161
προσελθόντος, νυκτὶ καὶ οἴνῳ πρὸς τὴν τοῦ πατρικοῦ σπέρματος κλοπὴν τῆς μητρός σου συγχρησαμένης. 16.303 Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ἐπειδὴ οὐδέν σε ὤνησε τὰ πρότερα βουλεύματα, ὦ Ἀρνῶν, οὐδὲ τὸ πολλὰ περὶ δογμάτων, τῶν κατὰ πᾶσαν φιλοσοφίαν συμπεπλεγμένων, φιλοσοφῆσαι, πρόσθες, εἰ δοκεῖ, τοῖς βου λεύμασι. ∆οκεῖ κατά τινα χλεύην καὶ εἰρωνείαν προκαλεῖ σθαι ἐπὶ τὰ ἀνόνητα βουλεύματα τὴν Ἀρνῶν, ἵνα κόρον λαβοῦσα τῶν ματαίων ἑαυτῆς βουλευμάτων καὶ μαθοῦσα τὸ ἀπ' αὐτῶν ἀνωφελὲς, οὕτω προσέλθῃ τῇ ὑγιαινούσῃ δι δασκαλίᾳ. Ἔστι δὲ Μωαβιτικὸν χωρίον ἡ Ἀρνῶν, καὶ ἀπὸ ἑνὸς ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς Ἀραβίας ὁ λόγος. Προετιμήθη δὲ τὸ ὄνομα τῆς Ἀρνῶν, διὰ τὴν ἑρμηνευομένην ἀπ' αὐτοῦ διάνοιαν· ἑρμηνεύεται γὰρ ἡ Ἀρνῶν, φωτισμὸς αὐτῶν. Ἐπεὶ οὖν μάλιστα οἱ πολλὴν ἐκ τῆς οἰήσεως τῆς κατὰ σοφίαν ἔπαρσιν πάσχοντες, ἐν φωτὶ οἴονται διάγειν τὸν ἑαυτῶν νοῦν, κατὰ ἀλήθειαν ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τοῦ Θεοῦ, πρὸς τοὺς ἐν φωτὶ τῷ ἐκ τῆς γνώσεως ὑπολαμβάνοντας εἶναι τὸν λόγον ποιεῖται. 16.304 Εἶτα παραινεῖ· Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναδὰβ καὶ Ἀβιοὺδ, ἀλλότριον πῦρ προσενέγκαντες τῷ θυσιαστηρίῳ, κατεφλέγησαν. Καὶ οἱ τὸ φῶς τὸ ἀληθινὸν μὴ δεξάμενοι, ἀλλὰ τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, τοῦτον ὑποδεχόμενοι, ἐὰν αἴσθωνται, ὅτι ἐν φαν τασίᾳ μὲν γνώσεως ἦσαν, ἐσφαλμένοι δὲ τῆς ἀληθείας ὑπῆρ χον, ἀναγκαίως ἑαυτοὺς καταπενθήσουσι. ∆ιὸ μετήγαγεν ὁ λόγος τὴν παραίνεσιν ἐπὶ τοὺς ἐπιμελουμένους αὐτῶν, καί φησι· Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτε κατὰ τὴν γνῶσιν, ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὗτοι ποιοῦσι σκέπην πένθους. Εἶδόν τινας ἐγὼ τῶν ὑπὸ λύπης ἀκράτου κατεχομένων ἀποκλείοντας ἑαυτοὺς εἰς οἰκίσκον καὶ πᾶσαν φωτὸς πάροδον ἀποφράσσοντας καὶ οἱο νεὶ τιμωρουμένους ἑαυτοὺς διὰ τῆς ἐν τῷ σκότει διαγωγῆς. Ἵνα οὖν μὴ τὸ σύνηθες, αὐτῶν ἐξαπατῶν τὴν διάνοιαν, τῆς σοφίας οἴημα, κατὰ ἀλήθειαν σκότος ὑπάρχον, φῶς δὲ εἶναι φανταζόμενον, διοχλῇ αὐτῶν ταῖς αἰσθήσεσι, Ποιήσατε (φησὶ) σκέπην πένθους αὐτοῖς, ἵνα ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδόξων ἀπάτην, χώραν δῶτε τῷ ἀληθινῷ φωτὶ ἐλ λάμψαι ταῖς καρδίαις τῶν εἰς αὐτὸ πεπιστευκότων. Πρὶν οὖν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ κόψονται πᾶσαι αἱ φυ λαὶ τῆς γῆς, κατὰ τὸ ἐν τῷ Ζαχαρίᾳ εἰρημένον (ὅτι Μεγα λυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος· καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴν οἴκου ∆αβὶδ καθ' ἑαυ τὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς) ὑμεῖς, οἱ διδάσκοντες τὸν λαὸν καὶ ἐπιστρέφοντες τοὺς ἡμαρτηκότας ἐν παντὶ τῷ τοῦ βίου καιρῷ, ποιεῖτε σκέπην πένθους αὐτῇ, ἵνα ἐκ τοῦ ὑμετέρου λόγου οἱ ὑπὸ τῆς κακίας πρότερον κεκακωμένοι, εἰς τὸ μα καρίως πενθεῖν ἐναχθῶσιν. 16.305 Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται. ∆οκεῖ τὸ μεσημβρινὸν τῆς ἡμέρας κατάστημα λαμπρότερον ἔχειν καὶ φανότερον τὸ φῶς. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμου νοεῖσθαι δυναμένης τοῖς συνετῶς τοῖς λόγοις τῆς κτί σεως ἐπιβάλλουσιν, οἱ ἐν τῷ κόσμῳ ζῶντες καὶ πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, νοσοῦντες δὲ τὴν τοῦ Θεοῦ ἄγνοιαν, οὗτοί εἰσιν οἱ μεσημβρινῇ σκοτίᾳ ὑπάρχον τες, τῶν μὲν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων, ἐν δὲ ταῖς ψυχαῖς τῶν ἀγνοούντων τῆς σκοτίας ἐνυπαρχούσης. Οἱ τοιοῦτοι οὖν ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, διότι τῆς φαντασίας, ἣν οἱ μεμηνότες φαντασιοῦνται, οὐδὲν διαφέρει τὰ τῶν τοιούτων δόγματα. Καὶ ἑρμηνεία ἐστὶ τοῦ μεσημβρινοῦ σκότους ἡ ἔκστασις, ἐπεὶ καὶ οἱ πάθει τινὶ λογισμῶν παρενεχθέντες, οὔτε τὸν ἥλιον λάμπειν οἴονται, οὔτε φῶς εἶναι περὶ τὸν ἀέρα. Ἔκστασις οὖν ὄντως καὶ μανία