1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

162

σαφὴς, οὕτως ἐναργῶν πραγμάτων κηρυσσόντων τοῦ Ποιήσαντος ἡμᾶς τὴν δύναμιν, εἰδώλοις προσέχειν καὶ πλάσμασι, καὶ θεοποιεῖν τὰ μὴ ὄντα, καὶ πολ λάκις διὰ δογμάτων αἱρετικῶν ἔξω φέρεσθαι τῆς ἀληθείας, καὶ οἱονεὶ ἐκβάντας τὸ φῶς ἐν τῷ σκότει διάγειν. Μὴ ἀχθῇς. Προτρέπεται ἡμᾶς ὁ λόγος, μὴ ἄγεσθαι ὑπὸ τῆς πιθα νότητος τῶν ἑτεροδόξων· μανία γὰρ σαφὴς, ἐξεστηκόσιν ἀκολουθεῖν. Γνώρισον αὐτοὺς ὅτι ἐξέστησαν. Ἔξω εἰσὶ τῆς ὁδοῦ, τῆς πρὸς Θεὸν ἀγούσης· μὴ χρήσῃ αὐτοῖς ὁδηγοῖς, μή ποτε ἀχθῇς ὑπ' αὐτῶν εἰς κρημνὸν καὶ βάραθρον. Τυφλὸς γὰρ ἐὰν τυφλὸν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 16.306 Παροικήσουσί σοι φυγάδες Μωάβ. Μετὰ ταῦτα δὲ τῇ θυγατρὶ Σιὼν λέγεται ὑπὸ τοῦ χρησ τοῦ καὶ φιλανθρώπου Θεοῦ περὶ τῶν Μωαβιτῶν ἐπιστρεφόν των καὶ παροικεῖν μελλόντων αὐτῇ, οἵτινες πάλαι, πεφευγότες τὸν Θεὸν, ἐπανήξουσι πρὸς τὸν ἑαυτῶν ∆εσπότην· Παροική σουσί σοι φυγάδες Μωάβ. Καὶ σκεπασθήσονται οὗτοι (φησὶ) παρ' ὑμῖν, μηδὲν πεισόμενοι ἀπὸ προσώπου διώκοντος. Οἱ γάρ ποτε συμμαχοῦντες, οὗτοι διῶκται γενήσονται, πολε μοῦντες αὐτῷ, διὰ τὴν πρὸς τὸν ἀληθινὸν Θεὸν ἐπιστροφήν. - ̓Επεὶ οὖν ἐγένοντο ὡς, πετεινοῦ ἀνιπταμένου, νεοσσὸς ἀφῃρημένος, ἤρθη μὲν τῆς πονηρᾶς προστασίας καὶ τοῦ μοχ θηροῦ ἄρχοντος ἠλευθερώθη, ὃς ἀπώλετο δι' ὑπερηφανίαν καὶ τυραννίδα πατῶν πάντας. Ἐφ' ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθά· Ὁ θρόνος γὰρ (φησὶ) καὶ ἡ βασιλεία ∆αβὶδ κατορθωθήσεται. Ἐπεὶ οὖν πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ (κατὰ τὸ εἰρημένον, ὅτι ∆εῖ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ) τὸν θρόνον εἶπε διορθωθήσεσθαι, τῷ διορθώσεως τυγχάνειν τὰ βασιλευόμενα· ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόντων βασιλεύεσθαι, ἀλλὰ κατὰ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ. Καθεδεῖται οὖν (φησὶν) ὁ ∆αβίδ, τουτέστιν ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει ὁ Χριστὸς, μετὰ ἀληθείας. Καὶ βασιλεύσει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι κρίσιν. Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὸν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ, ἕως ποιήσῃ κρίσιν. Τὴν ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν παρίστησι, καθ' ἣν, οὐχ ὡς ἔτυχεν, ἀποφαίνεται περὶ ἑκάστου, ἀλλ' ἐκζητῶν τὸ πρέπον καὶ τὸ ἁρμόζον, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν ἑκάστῳ τὸ κρίμα, ἠπειγμένως κατασπεύδων καὶ κατεπείγων τὴν δικαιοσύνην, οὐχὶ δὲ ἀνειμένως οὐδὲ βάδην, ἀλλὰ πάσῃ σπουδῇ ἐργαζό μενος αὐτήν. 16.307 Ἠκούσαμεν τὴν ὕβριν Μωάβ· ὑβριστὴς σφόδρα· τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα· καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατ οικοῦσι Σεδὲκ, μελέτησις, καὶ οὐκ ἐντραπήσῃ. Τὰ πεδία Ἐσεβὼν πενθήσει. Ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς, ὡς μὴ ἠρτημένα τῶν προτέρων ἀναγνωστέον. Πολλαχοῦ δὲ ἡ Γραφὴ διὰ τῶν χρηστοτέρων ἀναπνεῦσαι ποιοῦσα τὸν ἀκροατὴν καὶ ἐνιδεῖν τῇ χρηστότητι τοῦ Θεοῦ καὶ τῷ κατ' αὐτὴν ἐσομένῳ τέλει, ἐπαναλαμβάνει (εἰς ἐπιστροφὴν ἡμῶν) τὰς ἀπειλὰς καὶ τὰ περὶ τῶν κολά σεων. Οἱ γὰρ πλείονες τοιούτων δεόμεθα, ἵνα μὴ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας καταφρονοῦντες, κατὰ τὴν σκληρότητα ἑαυτῶν καὶ ἀμετανόητον καρδίαν, θησαυ ρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοιοῦτον γάρ τι εὑρίσκομεν καὶ παρὰ τῷ Ψαλμῳδῷ· Χρηστὸς Κύριος τοῖς σύμπασι. Καὶ πολλὰ εἰπὼν περὶ χρηστότητος (ὅτι ὑποστηρίζει τοὺς καταπίπτοντας ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ) οὐκ ἐν τούτοις κατέληξεν, ἀλλ' ἐπιφέρει· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ160πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ ἐν ταῦθα τοίνυν πολλὴν τοῖς ἐπιστρέψασι ἐμφήναντα χρηστό τητα τὰ εἰρημένα, ἀπ' ἄλλης ἀρχῆς τὰ πικρότερα πάλιν ἐπανατείνεται. Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ἐπὶ τὸν ἄρχοντα τοῦ κόσμου τούτου, τὸν πρῶτον τὴν ἀποστασίαν καινοτομή σαντα, τὸν ἐξυβρίσαντα εἰς τὸν Κτίστην, τὸν ἐνυβρίζοντα τοῖς ἀνθρώποις καὶ καταπατήσαντα αὐτοὺς ὕβρει καὶ ὑπε