1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

166

χειροποίητα αὐτῆς, ὥστε προσεύ ξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι Αὐτόν. Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Ἡ κοιλία τοίνυν τοῦ Προφήτου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει, τουτέστιν εὐαρμόστως καὶ μουσικῶς ἦχον ἀποτελέσει εὔρυθμον, ἀπὸ τῆς ἐπιστήμης τοῦ κρούοντος αὐτὴν τεχνικῶς. Κοιλίαν δὲ λέγει, ὃ ἀλλαχοῦ ὁ Ψαλμῳδὸς ἐντὸς εἴρηκεν· Εὐλόγει γὰρ (φησὶν) ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τίς γὰρ τοῖς ἐντὸς ἑαυ τοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, ἢ τῇ φύσει τῶν ἔσωθεν τῶν διαλογισμῶν ἐξερχομένων; ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροὶ τυγχάνουσι· φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καὶ ὀφθαλμὸς πονηρός· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι· φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικὸν καὶ εὔφημον, καὶ αἱ κατὰ Θεὸν μαρτυρίαι, καὶ ὁ ὀφθαλμὸς κα θαρὸς, καὶ τὰ ὅμοια τούτων. Ὧ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαρα λαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν. Καὶ Ἡσαΐας τοίνυν εἶχε τὰ ἐντὸς ἑαυτοῦ, ὡς τεῖχος, ὃ ἐνεκαίνισεν ὁ Θεός. Οὕτω γὰρ κατεσκεύαστο ἐκ τῆς εἰς αὐτὸν τοῦ Λόγου χάριτος ἀνακαινιζούσης τὸν ἔσω ἄνθρωπον· καὶ ἦσαν αὐτοῦ οἱ διαλογισμοὶ οἱονεὶ τεῖχος ἀκαθαίρετον, ὡς μηδεμίαν διδόναι παρείσδυσιν τοῖς χείροσι λογισμοῖς, μηδὲ τοῖς περι καθεζομένοις ἐχθροῖς εἰς ἐπήρειαν. Καλὸν οὖν ἐστι ταῦτα ἐννοήσαντας ζηλῶσαι καὶ ὁμοίως εἰπεῖν τῷ Προφήτῃ τὸ Ἡ κοιλία μου ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας. Καὶ ἔσται (φησὶν) εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς. Πρὸς τὸν αὐτὸν ὁ λόγος. Τί οὖν βούλεται τὸ τολμηρῶς δοκοῦν εἰρῆσθαι, τὸ Ἔσται εἰς τὸ ἐντραπῆναί σε; ∆ιὰ τοῦτο μοι (φησὶν) ἰσχυροὺς ἐχαρίσω ἔνδοθεν τοὺς διαλογισμοὺς, ὥστε τοὺς νῦν μὴ ἐπιστρέφοντας ἐπὶ σὲ ἐν τραπῆναί σε διὰ τῶν ἐλέγχων τῶν προσαγομένων αὐτοῖς, ἐκ τῆς τῶν δεδομένων μοι λογισμῶν εὐτονίας. Λείπει οὖν τὸ αὐτούς, ἵνα ὑγιῶς τῶν ῥημάτων ὁ νοῦς ἀποδοθῇ· Καὶ ἔσται εἰς τὸ ἐντραπῆναι αὐτούς σε. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πολέμοις ἀντιπρόσωποι ἑστῶτες, ἕως μὲν ἰσοπαλεῖς δοκοῦσιν εἶναι, οὐ τρέπονται, οὐδὲ ἐκκλίνουσιν, ἐπειδὰν δὲ ὑπερέχῃ αὐτῶν τὸ ἕτερον μέρος, τραπέντες φεύγουσιν, οὕτω καὶ ψυχὴ ὑπὸ ἀναιδείας παρατεταγμένη ἕστηκεν, οὐκ ἐντρεπομένη, ἐλεγχθεῖσα δὲ ὑπὸ λόγου καθαπτομένου αὐτῆς, τρέπεται πρὸς αἰσχύνην. Καὶ ἐπειδὴ ἐν τῷ κρυπτῷ τοῦ ἀνθρώπου γίνεται ἡ τροπὴ, ἐντροπὴ προσηγόρευται. ∆ιὰ τοῦτο οὖν ἡ κοιλία ἠχήσει, καὶ τὰ ἐντὸς ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισεν ὁ Θεὸς τοῦ Προφήτου, ἵνα μεταβάλωσι καὶ ἐντραπῶσι, τοῦ αἰδεῖσθαι Θεὸν, πρότερον οὐκ ἐπιστάμενοι τὴν ὠφέλιμον αἰσχύνην. 16.316 Ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι Αὐτόν. Τὸν ἐπὶ τέλει ἀφανισμὸν πάσης εἰδωλολατρείας ἐκ τῆς τοῦ Λόγου ἐπιφανείας προφητεύει νῦν ὁ Ἡσαΐας, ὅτι μάταιοι πάντες οἱ ἐπὶ ταῖς κατασκευαῖς τῶν ναῶν μόχθοι, καὶ αἱ ἀνωφελεῖς εἰς τὰ χειροποίητα ἐλπίδες. Προσεύξονται γὰρ (φησὶ) καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι Αὐτόν. Τοῦτο νῦν ἐπὶ τῆς Χριστοῦ ἐπιδημίας πεπλήρωται. Ἀντὶ σκοπέλων μὲν γὰρ ἑστήκασιν οἱ ναοὶ, οἱ περιβόητοι· οὐκέτι δὲ αἱ ἀπὸ τῶν δαιμόνων ἀπάται, φυγαδευθείσης τῆς ἀντικειμένης δυνάμεως διὰ τὸ μυστήριον τοῦ σταυροῦ, τοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην κεκηρυγμένου. Τοῦτο γὰρ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἷον ἐπίλογός ἐστι παντὸς τοῦ ῥήματος τοῦ κατὰ τῆς Μωαβίτιδος κεκηρυγμένου· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος. Προτέτακτο μὲν γὰρ ἡ λέξις οὕτως ἔχουσα· Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος· ἐπιλέγεται δὲ παντὶ τῷ μέρει τῆς περικοπῆς· Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησε. Τί ἐστιν Ὁπότε καὶ ἐλάλησε; ∆είκνυσι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μωαβίτας γινομένης φωνῆς. Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται, τοῖς δὲ ἔθνεσιν ὡς τὰ