167
πολλὰ σιωπᾷ, ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ μερίδος. Οὐ μὴν παντελῶς ἀποκρύπτει τὸν λόγον, ἀλλὰ καὶ τούτους γεύει τῆς ἑαυτοῦ φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πείρας, πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσιν ... Ἐπεὶ οὖν σπανιάκις λαλεῖ τοῖς Μωαβίταις, διὰ τοῦτο εἴρηται, ὅτι Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος, ὁπότε καὶ ἐλάλησεν. 16.317 Καὶ νῦν λέγω· ἐν τρισὶν ἔτεσιν (ἐτῶν μισθωτοῦ) ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. ∆ιὰ τούτων δοκεῖ μοι ὁρίζειν χρόνον κολάσεως τῇ Μωὰβ, ὃν ὠνόμασε τρία ἔτη μισθωτοῦ. Ἐπεὶ οὖν εἰς τρία μέρη ἡ πᾶσα τοῦ χρόνου διαιρεῖται φύσις, τὸ τέλειον τοῦ χρόνου παραστῆσαι βουλόμενος, τρία εἶπεν ἔτη. Ἐν οὖν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ. - ̔Ο μισθωτὸς καὶ ἐν τῷ Εὐαγγελίῳ διαβέβληται ὑπὸ τοῦ Σωτῆρος, λέγοντος· Ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὔκ ἐστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Καὶ πάροικος δὲ καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια, κατὰ πάροικος δὲ καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια, κατὰ τὸν νόμον. Ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ, καὶ γέγονε μισθωτός. Οὐ γὰρ ἠγάπησε τὸν Θεὸν, ἀλλὰ φαντασίᾳ μισθῶν καὶ ἐλπίδι οἰκείας ὠφελείας, οὐχὶ δὲ τῇ πρὸς τὸ γι- νόμενον διαθέσει, ἔπραττεν ὃ ἔπραττε. Τρισὶν οὖν ἔτεσιν ἀτιμασθήσεται ἐτῶν μισθωτοῦ. Ὡς οὖν ὁ ποιμὴν ὁ μισθωτὸς οὔκ ἐστι ποιμὴν, οὕτω καὶ ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν καὶ οὔκ ἐστιν ἐλεήμων, οὐδὲ κοινωνικός. Καὶ ὁ σώφρων διὰ τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὔκ ἐστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ' αὐτῆς δόξαν θηρώμενος. Ἄτιμοι τοίνυν παρὰ Θεῷ οἱ πρὸς ἔνδειξίν τι ποιοῦντες. Ὥστε καὶ ὁ Μωὰβ ἐν τρισὶν ἔτεσιν ἐτιμασθήσεται, τουτέστιν ἐν παντὶ τῷ μέτρῳ τοῦ χρόνου· ἀτιμίαν δὲ μισθωτοῦ, διὰ τὸ μὴ ἐκ διαθέσεως, ἀλλ' ἐπίπλαστον αὐτῷ εἶναι τὸ ἔργον τῆς ἀρετῆς. Ἀτιμάζεται δὲ Ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ. Ὅσον γὰρ αὐτῷ περιῆν τῆς ἐνταῦθα ὑπολήψεως, τοσοῦτον μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ, ἀποδοθήσεται τῆς αἰσχύνης ὁ μισθός. Καὶ ὁ πολλὴν συνάγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα ἔχει ὕλην τῆς ἐπιφερομένης αὐτῷ ἀτιμίας· καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει καὶ ἐλεύσεται ἐπὶ παγίδας θανάτου. Καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. Εὐεργεσία τῶν ἐπὶ κακίᾳ συγκεκροτημένων, ἡ ἐντεῦθεν παίδευσις.