1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

33

κήπους καὶ παραδείσους. Ηὐλόγηται δὲ ὁ κῆπος, ἐν ᾧ τὸ μνῆμα, τὴν πρόσκαιρον τοῦ θανάτου οἰκονομίαν ὑποδεξάμε νον ἐν τῷ σώματι τοῦ Κυρίου. Ἐνταῦθα μέντοι διαβέβλη ται ὡς αἰσχύνην προξενῶν τοῖς ἐπιθυμήσασιν. Καὶ ἔοικέ γε νῦν τὰ ἄλση λέγειν τὰ τοῖς εἰδώλοις εἰς κόσμον παρὰ τῶν ἠπατημένων περιφυτευόμενα, ἅπερ χρὴ νοεῖσθαι τὰς πεπλα νημένας ἐπιτηδεύσεις καὶ τοὺς ἔξωθεν σχηματισμοὺς, οἷς τὰ πάθη ἡμῶν ἐπισκιάζομεν. Οἷον εἴ τις ἐν ἡδοναῖς καλιν δούμενος, σεμνότητα σχηματίζοιτο· καὶ εἴ τις δεδουλω μένος χρήμασι, μεγαλόψυχος εἶναι δοκεῖν ἐπιτηδεύοι· οἷς ἐπαισχυνθήσονται οἱ ἐπιθυμήσαντες, ὅταν αἱ βουλαὶ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτωνται. 1.63 Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ὡς μὲν πρὸς τὸ ῥητὸν, δοκεῖ τῶν κήπων λέγειν τῶν ἐπιθυ μητῶν τοῖς εἰδωλολατροῦσιν, ὅτι ἀτερπέστεροι ἔσονται τερε βίνθου γυμνωθείσης καὶ παραδείσου ἀποξηρανθέντος ὑπὸ ἀνυ δρίας. Ὡς δὲ πρὸς τὸν ἠθικὸν νοῦν, ὅτι οἱ τῷ ἔξωθεν σχη ματισμῷ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενοι, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν, ὅταν γένηται πάντα γυμνὰ καὶ τε τραχηλισμένα καὶ μηκέτι ᾖ μηδεμία κτίσις ἀφανὴς, ἀωρότερον ἔσονται θέαμα, τῆς νῦν περὶ αὐτοὺς ἀπάτης ἀφανισθείσης, ὥστε δρυῒ τὸ κατ' αὐτοὺς παρεικάζεσθαι. Οὕτω γὰρ οἱ ἄλλοι τὴν τερέβινθον ἐκδεδώκασιν, ἐπεὶ καὶ ἐν τῇ Γενέσει τὴν αὐτὴν καὶ δρῦν καὶ τερέβινθον μεμαθήκαμεν. Ἔσονται οὖν ὅμοιοι τερεβίνθῳ, ἤτοι δρυῒ, μετὰ τὴν τῆς κόμης ἀπόθεσιν, τὰ ὑπὸ τῶν φύλλων τέως καλυπτόμενα προδεικνύσῃ. Πυκνοτέρᾳ γὰρ τῇ κόμῃ τῶν φύλλων κεκόσμηται, καὶ τῇ ἐκ τούτων εὐχροίᾳ τὸ τραχὺ τῶν κλάδων αὐτῆς συσκιάζεται. Καὶ ταύ της οὖν ἔσονται (φησὶν) ἀτερπέστεροι, μετὰ τῶν βεβιωμέ νων τὸν ἔλεγχον. Καὶ ὡς παράδεισος δὲ, ὕδωρ μὴ ἔχων. Τοιοῦτος δ' ἂν εἴη καὶ ὁ Ἰσραὴλ, φύλλα μὲν ἔχων παραπλησίως δρυῒ, τὴν ἐκ τοῦ νόμου σκιὰν, ἣν ἀπέβαλεν ἀφ' ἑαυτοῦ ἐν τῷ πληρώματι τῶν καιρῶν. Καὶ ὡς παράδεισος πεφυτευμέ νος παρὰ Κυρίου, διὰ τὴν ἐξ ἀρχῆς κτίσιν, ἀποξηραν θεὶς δὲ, διὰ τὸ ἀπολωλεκέναι τὸ ἐν τοῖς δόγμασι ζωτικόν. Φιλοτιμητέον τοίνυν πιστεύειν ἀληθινῶς εἰς Χριστὸν, ἵνα ποταμοὶ πνευματικοὶ ἐκ τῆς κοιλίας ἡμῶν ῥέωσι, μήτε ἀτερπεῖς, μήτε ἀκάρπους ἡμᾶς συγχωροῦντες γενέσθαι. 1.64 Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν, ὡς σπινθῆρες πυρός. Ἐντεῦθεν δῆλον ὅτι ἑκάστῳ τὰ ἔργα αἴτια τῶν ἐν κολάσει πόνων γενήσεται ἑαυτοὺς ἡμῶν καὶ ἐπιτηδείους καύσει παρα σκεβαζόντων, καὶ τὰ πάθη τῆς ψυχῆς ὥσπερ σπινθῆρας πυρὸς εἰς ἔξαψιν τῆς ἐν γεέννῃ φλογὸς ἐπαγομένων, ὡς καὶ ὁ κατα ξηραινόμενος ἐν τῇ φλογὶ πλούσιος ὑπὸ τῶν ἰδίων ἡδονῶν κα τεφρύσσετο. Κατὰ γὰρ τὴν ἀναλογίαν ὧν δεχόμεθα βελῶν ὑπὸ τοῦ πονηροῦ, τῆς εἰς πλέον ἢ ἔλαττον καύσεως μεθέξομεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. ∆ὶς ἤδη συνήφθησαν ἀλλήλοις ὑπὸ τῆς προφητείας οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἄνω μέν· Καὶ συν τριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἐνταῦθα δέ· Καὶ κα τακαυθήσονται. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω ἀπαιδεύτοις λό γοις, ὅτι εἰ καὶ ἁμαρτωλὸς, ἀλλὰ Χριστιανός. Οὐκ ἐμπεσοῦ μαι οὖν εἰς γέενναν, ὅπου οἱ εἰδωλολάτραι· βοηθήσει μοι αὐτὸ τὸ ὄνομα τοῦ Χριστιανοῦ, εἰ καὶ τὰς Ἐντολὰς αὐτοῦ παρέβην. Ἄκουε γὰρ ὅτι Κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Ἀμφοτέροις τὰ τῆς καύσεως αἴτια. Στυππείου καλάμη ἐν ἀμφοτέροις, τουτέστιν εὐκατάπρη στος ζωὴ καὶ φλογὸς δεκτική. Σπινθὴρ δικαίως ψυχὴν ἐμπυ ρεύεται καὶ τούτῳ κἀκείνῳ. Νῦν μὲν ὡς ἐν σποδιᾷ κεκαλυμ μένος, καθόσον ὑπὸ τῶν τῆς σαρκὸς σκεπασμάτων περικα λύπτεται· ἀναφθήσεται δὲ ὑπὸ τῆς θείας κρίσεως, ἐν τῇ ἡμέρᾳ τῆς ἐκδικήσεως ἐκ τῶν ἐλέγχων ἀναῤῥιπιζόμενος καὶ ἐξαπτόμενος.