1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

157

μέγα φρονεῖ ἡ κακόφρων γυνὴ, παραβαλλομένη ἐνωτίῳ ἐν ῥινὶ ὑός. Καὶ ὅλως πᾶσι τοῖς ἐσφαλμένοις ἐφαρμόσει τὸ ∆εηβὼν ὄνομα, ὡς τοὺς ἐσφαλμένους ἢ βίῳ ἢ λόγῳ εἴποι τις ἂν εὐστόχως ἐπὶ τοῦ ∆εηβὼν ἔχειν τὸ θυσιαστήριον. Κλαίοντες οὖν ἀναβαινέτωσαν οἱ ἐπ' αὐτῷ ποτε μέγα φρονοῦντες. 15.296 Ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος ὀλολύζετε. Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι. Ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κό πτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς ῥυμαῖς αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. Ὅτι κέκραγεν Ἐσεβὼν, καὶ Ἐλεαλή, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῆς. ∆ιὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται· ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ, ἕως Σηγώρ. ∆άμαλις γὰρ τριετής ἐστιν ἐπὶ τῆς ἀναβάσεως τῆς Λουίθ. Πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρουνιείμ· βοᾷ σύντριμμα καὶ συσσεισμός. Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται, χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. Μὴ καὶ οὕτω μέλλει σωθῆναι; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ καταλήψονται αὐτήν. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Γαλλὶμ καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ δὲ ὕδωρ τὸ ∆εηβὼν πλησθήσεται αἵματος. Ἐπάξω γὰρ ἐπὶ ∆εηβὼν Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀραὴλ, καὶ τὸ κατάλειμμα Ἀδαμᾶ ἀποστελῶ, ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Ἐπὶ τὴν κατὰ Θεὸν λύπην προτρέπει τοὺς ἀπὸ τῶν ἐπι νοιῶν τοῦ ἀνθρωπίνου νοῦ ἐσφαλμένους καὶ μὴ ἐπιδεδωκότας ἑαυτοὺς τῇ ὠφελείᾳ τοῦ Πνεύματος, ἵνα ὀλολύξωσιν ἐπὶ τὴν γῆν τῶν λοιμῶν διδασκάλων. Τὴν γὰρ Ναβαῦ τούτους μοι δοκεῖ ὁ λόγος αἰνίσσεσθαι, διὰ τὸ ἑρμηνεύεσθαι τὴν Ναβαῦ ἐγκαθισμόν. Εἰσὶ γάρ τινες, οἱ μετὰ δολίων σοφισμάτων ἐγκαθεζόμενοι καὶ ταῖς κακαῖς ὁμιλίαις αὐτῶν ἔσθ' ὅτε φθεί ροντες ἤθη χρηστά. ∆εῖ οὖν μεταμελεῖσθαι τοὺς τοῖς πονη ροῖς ἐκείνων μαθητευθέντας δόγμασι, καὶ ὀλολύζειν ἐπὶ τῇ διδασκαλίᾳ, ἐφ' ἧ μέγα ἐφρόνουν. Τοῦτο γάρ ἐστι τὸ Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, τὸ τοὺς διδασκάλους ἀποῤῥίπτειν, καὶ γυμνοὺς τοῦ ἀπ' αὐτῶν κόσμου ἑαυτοὺς ποιεῖν, καὶ διὰ τῆς ἀγαθῆς πολιτείας ἐξευτε λίζειν τὰς ἐκείνων ὑποθήκας τῶν πρακτικῶν διδαγμάτων, καὶ οἱονεὶ κατατέμνειν τῷ ὑγιεῖ λόγῳ, ἵνα ὦσι πάντες βραχίονες κατατετμημένοι, τουτέστιν αἱ πρακτικαὶ ὑποθῆκαι τῷ ὑγιαί νοντι λόγῳ εἰς ἔλεγχον ἀγόμεναι διὰ τῆς διαιρέσεως καὶ τῆς κατὰ μικρὸν ἐξετάσεως τῶν κακῶν διδαγμάτων. Ἐπειδὴ δὲ διὰ τῆς πλατείας ὁδοῦ ἤγοντο παρὰ τῶν πονηρῶν, τούτους τὸν βεβασανισμένον βίον προῃρημένους κελεύει κόπτεσθαι ἐν ταῖς πλατείαις, ἐπὶ τῇ ψυχαγωγίᾳ τῶν πρὸς ἡδονὴν φερόν των μεταμελομένους, καὶ κοπτομένους μὲν ἐπὶ τῇ πλατείᾳ, ἐκζητοῦντας δὲ τὴν στενὴν καὶ τεθλιμμένην, ἵνα ὀρθῶς με τανοοῦντες περιζώσωνται σάκκους καὶ πενθικὸν ἀναλαβόντες σχῆμα, οἱονεὶ διὰ αὐτῶν τῶν ὁρωμένων βοᾷν ποιήσωσι τὴν ὀσφῦν, ἐν οἷς ἐπλανήθησαν τόποις, τῆς μετανοίας ἑαυτῶν τὰ ἴχνη καταλιμπάνοντες. Καὶ ἐπὶ παντὸς δώματος ἐκελεύ σθησαν καὶ ἐν πάσαις ταῖς ῥύμαις ὀλολύζειν μετὰ κλαυθ μοῦ. Τὰ γὰρ ὑψηλὰ καὶ διάκενα τῶν μαθημάτων δώματα ὠνόμασε, τὰς δὲ οἱονεὶ διαιρέσεις τῶν νοημάτων ῥύμας τῆς Μωαβίτιδος. 15.297 Εἴτε οὖν τις ἐπὶ ὑψωμάτων ἐγένετο ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἴτε ἐν διαλεκτικῇ τινι λόγων διαι ρέσει καὶ προβλημάτων, εὐκρινῶς δοκούντων διαλαμβάνειν περὶ ἑκάστου τῶν προκειμένων, ἐκ μετανοίας ὀλολυζέτω, ἵνα πληρώσῃ τὸ γεγραμμένον, ἐν ταῖς πλατείαις καὶ ἐπὶ τῶν δωμάτων καὶ ἐν πάσαις ταῖς ῥύμαις τοῦ λόγου προσ τάσσοντος κεκραγέναι. ∆ιὰ τοῦτο δὲ δεῖ ταῦτα γίνεσθαι, ἐπειδὴ κέκραγεν Ἐσεβών. Ἐσεβὼν μὲν γὰρ ἑρμηνεύεται λογισμός· Ἐλεαλὴ δὲ, Θεοῦ ἀνάβασις· Ἰασσὰ δὲ, γεγονυῖα ἐντολή. Κέκραγεν οὖν Ἐσεβὼν, τουτέστι φανερῶς διαμαρτύρεται, ὅτι ἀνθρώπινοί εἰσι λογισμοὶ, καὶ οὐ θείων μυστηρίων ἀποκαλύψεις τὰ διδάγματα τῶν Μωαβιτῶν. Καὶ Ἐλεαλή. Καὶ αὕτη διὰ τῶν πραγμάτων κέκραγεν, ὅτι Θεοῦ καταναισχυντοῦσι καὶ κατεπαίρονται οἱ