1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

1

Commentaria in Isaiam

ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ

ΠΡΟΛΟΓΟΣ

Εἰ μὲν τὴν ἐμαυτοῦ πτωχείαν ἐλογιζόμην, παρ' ἑτέρων ἠρανιζόμην τροφήν· ἐπειδὴ δὲ καὶ πτωχοὺς οἶδα πολλοὺς ἀφ' ὧν ἔχουσι μεταδιδόντας καὶ τὸν δίκαιον κριτὴν ἐπαι νοῦντα τὴν γνώμην καὶ ταύτῃ μετροῦντα τὴν ἀμοιβήν, ἐπιχειρῶ κἀγὼ τῆς πτωχείας ὑπερβῆναι τοὺς ὅρους καὶ ὧν ἔλαβον ψιχίων μεταδοῦναι τοῖς ὁμοπίστοις. Μεμάθηκα γὰρ ὡς οὐ μόνον τῶν πέντε καὶ τῶν δύο ταλάντων τὴν ἐργασίαν ὁ δεσπότης τοὺς οἰκέτας εἰσέπραξεν, ἀλλὰ καὶ τὸν ἓν εἰληφότα μόνον εἰς μέσον ἤγαγε καὶ τὴν ἀργίαν εὑρὼν τιμωρίαν ἐσχάτην ἐπέθηκεν. Τοῦτό με διαφερόντως δεδίττεται, τοῦτο τὸ δέος ἐξελαύνει τῆς πενίας τὸ δέος καὶ κατατολμᾶν βιάζεται πράγματος τοῖς εὐπόροις ἁρμότ τοντος. Θαρρῶ δὲ καὶ τῇ τοῦ θεοῦ μου δυνάμει καὶ χάριτι· οὕτω μὲν γὰρ αὐτῷ ῥᾷστα πάντα καὶ λίαν ἐστὶν εὐπετῆ, ὡς καὶ ὄνῳ φωνὴν ἀνθρωπείαν πρὸς ὀλίγον χαρίσασθαι καὶ πέτραν ἄγονον πηγὴν ἡδίστων τε καὶ πλείστων ἀποφῆναι ναμάτων· οὕτω <δὲ> φιλότιμός ἐστι τῶν ἀγαθῶν χορηγός, ὡς μὴ μόνον τοῖς ἁγίοις παρασχεῖν τῆς προφητείας τὴν χάριν, ἀλλὰ καὶ γλώττῃ μαντικὴν ψευδολογίαν δεδιδαγμένῃ ἀληθῆ δοῦναι χρησμολογίαν καὶ πρόρρησιν τῶν μετὰ χρόνους ἐσομένων μακρούς. Τοῦτο τῆς φιλανθρωπίας τὸ πέλαγος ἐπιστάμενος ἀνοίγω τὸ στόμα καὶ τοὺς κρουνοὺς ἀναμένω. Μιμήσομαι δὲ καὶ τὴν χήραν ἐκείνην ἣ τὴν προφητικὴν εὐλογίαν τῷ ἐλαίῳ κομίσασα ἐκ τῆς βραχείας λιβάδος ὅσα συνήθροισεν ἀγγεῖα πεπλήρωκε καὶ τὸ χρέος ἐξέτισεν. Ἐμβαλῶ γὰρ κἀγὼ τῷ τῆς ψυχῆς ἀγγείῳ τὴν προφητικὴν εὐλογίαν καὶ ἀναβλύσειν πιστεύω τὴν ἑρμηνείαν· τὰ <αὐτὰ> γὰρ Ἐλισσαίῳ τῷ θεσπεσίῳ καὶ ὁ θειότατος Ἡσαΐας δρᾶσαι δυνήσεται. Τούτου γὰρ ἐπὶ τοῦ παρόντος ἑρμηνεῦσαι τὴν προφητείαν πειράσομαι· τῶν γὰρ ἄλλων προφητῶν σὺν θεῷ φάναι πλὴν Ἱερεμίου τοῦ θαυμασίου τὸν νοῦν ὡς ἐνῆν ἀνεπτύξαμεν, συντομίας ὅτι μάλιστα καὶ σαφηνείας πεφροντικότες. Μεταδώσει δὲ πάντως καὶ νῦν ἡμῖν ὁ φιλάνθρωπος φωτι ζούσης ἀκτῖνος καὶ τὰ κεκρυμμένα γυμνούσης. Οὕτως γὰρ τοῦ παναγίου πνεύματος εὑρόντες τὸν θησαυρὸν τοῖς φιλομαθέσι προθήσομεν. Πρὸ δὲ πάντων ἐροῦμεν τὴν τῆς προφητείας ὑπόθεσιν· οὕτω γὰρ εὐσύνοπτος ἡ κατὰ μέρος ἑρμηνεία γενήσεται.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΗΣΑΙΟΥ ΠΡΟΦΗΤΕΙΑΣ Ἅπαντες οἱ θεσπέσιοι προφῆται οὐ μόνον τὰ τῷ Ἰσραὴλ συμβησόμενα

ὑπηγόρευσαν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν ἐθέσπισαν καὶ τὴν δεσποτικὴν προεμήνυσαν ἐπιφάνειαν· πάντων δὲ μάλιστα ὁ θειότατος Ἡσαΐας ταύτην ἐπιστεύθη τὴν πρόρρησιν. Σαφῶς γὰρ ἅπαντα προλέγει· καὶ τὴν ἐξ Ἀβραὰμ καὶ ∆αυὶδ βλαστήσασαν εὐλογίαν καὶ τὴν ἐκ παρθένου γέννησιν τοῦ σωτῆρος καὶ τὰς παντοδαπὰς θαυματουργίας καὶ τῆς ἰάσεως τὰς πηγὰς καὶ τὴν Ἰουδαίων βασκανίαν καὶ λύτταν καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον τῶν τε ἀποστόλων τὴν ἐκλογὴν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· προλέγει δὲ πρὸς τούτοις καὶ τὴν δευτέραν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν, προαγορεύει καὶ τὴν Ἰουδαίων διασπο ρὰν καὶ τὴν παντελῆ τοῦ ναοῦ ἐρημίαν καὶ Ἀσσυρίων καὶ Ῥωμαίων τὰς κατ' αὐτῶν στρατείας, προλέγει καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν Βαβυλωνίων πανωλεθρίαν, προαγορεύει καὶ τῇ Αἰγύπτῳ τινὰ καὶ τῇ Τύρῳ καὶ τῇ ∆αμασκῷ καὶ μέντοι καὶ Μωαβίταις καὶ