1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

158

αὐτῶν δικαίοις,> οὕτως οἱ Τρεῖς ἡρμήνευσαν· «καὶ δώσω τὴν ἐργασίαν αὐτῶν ἐν ἀληθείᾳ»· ἀποδώσω γὰρ αὐτοῖς τὸν μισθὸν πληρῶν μου τὴν ὑπόσχεσιν. 9Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔγγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν. Τῶν ἱερῶν ἀποστόλων σπέρμα καλεῖ καὶ ἔγγονα τοὺς τὸ ἐκείνων κήρυγμα διαδεξαμένους. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ. 10Καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ τῷ κυρίῳ. «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται» κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν. Ὅπως δέ εἰσιν ἐπίσημοι τοῦ σωτῆρος ἡμῶν οἱ θεράποντες, αὐτὰ μαρτυρεῖ τὰ πράγματα· ὁρῶμεν γὰρ τοὺς τὰς μεγίστας πεπιστευμένους ἀρχὰς διηνεκῶς πρὸς τούτους συντρέχοντας καὶ σὺν θερμῇ προθυμίᾳ τὴν παρὰ τούτων εὐλογίαν κομιζομένους. Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ σχῆ μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με. Ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ· «Ὅσοι γάρ» φησιν «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» ∆ιὸ καὶ ἐν τῇ Ἑβραίων φωνῇ τὸ ἱμάτιον σωτηρίου ἱμάτιον ἰεσῶα καλεῖται, τουτέστιν Ἰησοῦ. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατε κόσμησέ με κόςμῳ. Νύμφην μὲν ἑαυτὴν καλεῖ ὡς τῷ νυμφίῳ συνεζευγμένη, νυμφίον δὲ ὡς τὸν νυμφίον ἐνδεδυ μένη. Τὴν δὲ μίτραν «στέφανον» οἱ Τρεῖς Ἑρμηνευταὶ προσηγόρευσαν. Τούτου τοῦ κόσμου καὶ ὁ μακάριος μέμνηται ∆αυίδ· «Παρέστη» γὰρ «ἡ βασίλισσά» φησιν «ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.» ∆ηλοῖ δὲ ὁ λόγος τοῦ παναγίου πνεύματος τὰ ποικίλα χαρίσματα. 11Καὶ ὡς γῆ αὔξουσα τὸ κάλλος καὶ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἔδειξε πᾶσαν τὴν οἰκουμένην ἕνα δικαιοσύνης γεγενημένην παράδεισον. 621∆ιὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς δικαιοσύνη μου καὶ τὸ σωτήριόν μου ὡςεὶ λαμπὰς καυθήσεται. Ταῦτα αὐτὸς λοιπὸν ὁ νυμφίος φησίν· ∆είξω γάρ φησι τῇ Σιὼν καὶ τῇ Ἱερουσαλήμ, ὡς τὸν ὑπ' αὐτῆς σταυρωθέντα πάντα προσκυνήσει τὰ ἔθνη καὶ πᾶσαν τῆς ἐμῆς σωτηρίας αἱ ἀκτῖνες διαδραμοῦνται τὴν οἰκουμένην. 2Καὶ ὄψεται τὰ ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου. Σοῦ, τῆς ἀγαλλομένης ἐπὶ τῇ σωτηρίῳ περιβολῇ, τῆς ἀρεστῆς μου νύμφης ἣν παντοδαπῷ κατεκόσμησα κόσμῳ. Καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό. Εἰπάτωσαν Ἰουδαῖοι, ποῖον ἐσχήκασι καινὸν ὄνομα· μέχρι γὰρ τοῦ παρόντος Ἰουδαῖοι καλοῦνται. Οἱ δὲ τῷ κυρίῳ πεπιστευκότες τὴν καινὴν προσηγορίαν ἐδέξαντο, οὐκ ἐξ Ἀβραὰμ ἢ Ἰσραὴλ ἢ Ἰούδα καλούμενοι ἀλλ' ἐξ αὐτοῦ προσαγορευόμενοι τοῦ δεσπότου Χριστοῦ· Χριστιανοὶ γὰρ παρὰ πάντων καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι. 3Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ κυρίου θεοῦ σου 4καὶ οὐκέτι κληθήσῃ Ἐγκαταλελειμμένη, καὶ ἡ γῆ σου οὐκέτι κληθήσεται Ἔρημος. Πολλάκις ἔρημον τὰ ἔθνη ὁ προφητικὸς προση γό ρευσε λόγος· καὶ ἐπὶ πλεῖστον δὲ ἐγκατελείφθησαν χρόνον οὔτε προφήτην οὔτε νομοθέτην θεῖον δεχόμενοι. Ἀλλ' ὅμως αὐτοῖς καὶ καινὸν δέδωκεν ὄνομα καὶ διάδημα βασιλείας αὐτοὺς |179 a| καὶ στέφανον νυμφικὸν ὀνομάζει· καὶ γὰρ νύμφην αὐτοὺς προσηγόρευσε καὶ βασιλείαν οὐρανῶν αὐτοῖς ἐπηγγείλατο. Σοὶ γὰρ κληθήσεται Θέλημα- ἐμὸν καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδοκήσει κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Εὐδοκίαν αὐτὴν καὶ ἐν τῷ Ἄισματι Ἀισμάτων καλεῖ. Εὐδο κία<ν> δὲ καλεῖ τὸ ἀγαθὸν θέλημα. Οὕτως καὶ ὁ θεῖος ἀπόστολος· «κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ». ∆ει κνὺς δὲ τὸ πλῆθος τῶν πεπιστευκότων οἰκουμένην αὐτὴν ὀνομάζει. 5Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ οὕτως κατοικήσουσιν οἱ υἱοί σου· καὶ ὃν τρόπον εὐφρανθήσεται