1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

113

Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ πυρὶ τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ ερ ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουρ γοῦσιν. Καὶ τὴν τῆς ἀνοίας διδάσκων ὑπερβολὴν ἐπήγαγεν· 15Καὶ λαβὼν ἀπ' αὐτοῦ καύσας ἐθερμάνθη· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτοῖς, τὸ δὲ λοιπὸν εἰργάσαντο καὶ ἐποίησαν θεοὺς καὶ προσκυνοῦσιν αὐτοῖς. Ἐποίησεν αὐτὸ γλυπτὸν καὶ προσπίπτει αὐτό, 16οὗ τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους κρέα ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ. 17Τὸ δὲ λοιπὸν αὐτοῦ ἐποίησεν εἰς γλυπτὸν θεὸν καὶ προσπίπτει αὐτὸ καὶ προσεύχεται αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. Εἰ θεός φησίν ἐστιν, ὅλον ἔστω τὸ ξύλον θεός. Τί δήποτε τὰ περιττ ὰ τοῦ ξύλου κατακαίεις καὶ διὰ τοῦ πυρὸς πορίζεις τροφήν, νῦν μὲν ἄρτους πέπτων νῦν δὲ κρέ α ἕψων καὶ ὀπτῶν καὶ κατὰ ταὐτὸν ἐσθίων τε καὶ θαλπόμενος καὶ φωτὸς ἀπολαύων; Οὐ συγγενῆ τῷ πρ οσ κυνουμένῳ τὰ τῷ πυρὶ προσφερόμενα; Πῶς οὖν τὸ μὲν καταφρονεῖς τὸ δὲ προσκυνεῖς; ∆ιὰ τοῦ το εἰκότως ἐπήγαγεν· 18Οὐκ ἔγνωσαν τοῦ φρονῆσαι, ὅτι ἠμαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Τὸ τῆς ψυχῆς αὐτῶν διὰ τούτων δεδήλωκε σκότος· τοῦ το γὰρ αὐτοῖς ἐπικείμενον οὐκ εἴα ἐπιγνῶναι τῶν γιγνομένων τὴν φύσιν. Εἰς μείζονα δὲ τῆς παρα δο ξίας αὐτῶν ἔλεγχον πάλιν τὰ αὐτὰ λέγει καὶ τὸ τελευταῖον ἐπάγει· 20Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέ σθαι τὴν ψυχὴν ἑαυτοῦ. Ἐκράτησε γὰρ αὐτ οὺς ἡ ἄνοια, καὶ τὸ λογικὸν διαφθείραντες τῇ ἀλογίᾳ δουλεύουσιν. ∆ιὰ τοῦτο δώσω τὸ πνεῦμά μου ἐπ ὶ τὸ σπ έρμα σου, ἵνα ἐκ τῆς πλάνης ἐλευθερωθῶσιν· οὐδὲ γὰρ ἄλλως αὐτοὺς οἷόν τε κατ αμαθεῖν τὴν ἀλήθειαν. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου; Τοῦτο οἱ Λοιποὶ τοῖς ἄνω σ υνάπτουσιν · «Ὅτι οὐδεὶς δύναται ἐξελέσθαι τὴν ἑαυτοῦ ψυχὴν οὐδὲ ἐρεῖ· Μὴ ψεῦδος ἐν τῇ δεξιᾷ μου;» Περὶ δὲ τῶν πεπλανημένων εἶπεν ὅτι οὐ συνορῶσιν ὃ κατέχουσι ψεῦδος. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τοῦτο ἐκ προ σώπου τοῦ θεοῦ λαμβανόμενον οὕτω νοητέον· Μὴ τοιαῦτά φησίν ἐστι τὰ ἐμὰ οἷα τ ὰ τῆς θηγ άνης; Μὴ ἄνθρωπός με κατεσκεύασε; Μὴ εἴδωλον; Μὴ ἐκ λίθων ἢ ξύλων ἢ χρυσοῦ ἢ ἀργύρου κατεσκεύασμαι; 21Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ, ἔπλασά σε παῖδά μου, ἐμὸς εἶ σύ· καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου. Βλέπε τὴν διαφορὰν τοῦ ὄντος καὶ τῶν εἰδώλων , βλέπε τὴν ἐκείνων ἀσθένειαν καὶ τὴν ἐμὴν δύναμιν, τὰς παντοδαπάς μου εὐεργεσί ας κατάμαθε, μὴ ἐπιλάθῃ ὧν ἀπέλαυσας ἀγαθῶν. 22Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἐπιστράφηθι ἐπ' ἐμέ, καὶ λυτρώσομαί σε. Συνεχώρησε μὲν αὐτοῖς τὰ πλημμελήματα, ἡνίκα τῆς Βαβυλωνίων δουλείας ἀπήλλαξεν· κυρίως δὲ καὶ ἀληθῶς μετὰ τὴν ἐνανθρώπησιν τῶν εἰς αὐτὸν πεπιστευκότων τὰς ἀνομίας ἀπήλειψε καὶ τὸν τῶν ἁμαρτημάτων |155 b| ἐςκέδασε γνόφον καὶ τὴν αἰώνιον ζωὴν ἐχορήγησεν. Ἡμεῖς δὲ τὴν τῶν εὐεργεσιῶν ἄσβεστον δι α φυλάξωμεν μνήμην καὶ βίῳ καθαρῷ τὸν εὐεργέτην ἀμειβόμενοι προσμεί νωμεν τῶν ἐλ πιζ ομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ὧν ἡμᾶς τυχεῖν γένοιτο χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν [̓Ιησο ῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 14 ΤΟΜΟΣ Ι∆ʹ 23Εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακὼβ <καὶ> Ἰσραὴλ δοξασθήσεται. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς ἐχρήσατο λόγος καὶ ὥσπερ, ἡνίκα κατηγόρει τοῦ Ἰσραήλ, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μαρτυρίαν ἐκάλεσεν, οὕτως πά λιν τὰ ἀγαθὰ