1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

46

περιβληθήσῃ κακοῖς. Καὶ ποιεῖτε σκέπην αὐτοῖς πέν θους διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· Μὴ ἀχθῇς. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι κυρίως μὲν οἱ τὸ ἀληθινὸν φῶς ἰδεῖν οὐκ ἐθέλοντες ἀλλὰ τὸ σκότος τῆς ἀγνοίας τοῦ φωτὸς προτιμῶντες· εἴποι δ' ἄν τις καὶ τοὺς ἐν συμφοραῖς ὄντας σκότος ὁρᾶν ἐν μεση μβρίᾳ. Ὁ δὲ Θεοδοτίων τό· ἐξέστησαν μὴ ἀχθῇς, σαφέστερον ἡρμήνευσεν· «Μεταναστεύοντά» φησι «μὴ ἀποκαλύψῃς», ὁ δὲ Σύμμαχος· «Ἀνάστατον μὴ ἀπο διώξῃς.» Ἐπειδὴ γὰρ οἱ Μωαβῖται φεύγοντες πρὸς τὴν Ἀρνὼν κατέφευγον, παρακελεύεται αὐτῇ ὑποδέξασθαι καὶ μὴ ἀποδιῶξαι τούτους, ὠφεληθήσῃ γὰρ ἐκ τούτων. Τοῦτο γὰρ τὰ ἑξῆς διδάσκει· |122 b| 4Παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου. Ἔρημος εἶ φησι τῶν βοηθούντων· ἐὰν δὲ τούτους ὑποδέξῃ, ἔσονταί σοι ἐπίκουροι. Εἶτα προλέγει καὶ τοῦ Ἀσσυρίου τὸν ὄλεθρον· Καὶ ὁ ἄρχων ἀπολεῖται ὁ καταπατῶν τὴν γῆν. Καὶ διδάσκων καὶ ποῦ ἀπώλετο καὶ τίνος χάριν ἀπώλετο, ἐπιφέρει· 5Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ ∆αυὶδ κρίνων καὶ ἐκζητῶν κρίσιν καὶ σπεύδων ἐπὶ δικαιοσύνην. Περὶ τοῦ Ἐζεκίου ταῦτά φησιν· περὶ τούτου γὰρ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν καὶ ἡ δευτέρα τῶν Παραλειπομένων φησὶν ὅτι «ἐπορεύθη ἐν τῇ ὁδῷ κυρίου ὡς ∆αυὶδ ὁ πατὴρ αὐτοῦ· οὐκ ἐξέκλινε δεξιὰ ἢ ἀριστερά.» Εἶτα τοῦ Μωὰβ τὴν ἀλαζονείαν ἐκτραγῳδεῖ· 6Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστής ἐστι σφόδρα· τὴν ὑπερηφα νείαν αὐτοῦ ἐξῆραν καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις αὐτοῦ. Ὑπερηφανείαν μὲν τὴν κατὰ τοῦ θεοῦ λέγει, ὕβριν δὲ καὶ μῆνιν τὴν κατὰ τοῦ λαοῦ· τούτους γὰρ ἐξύβριζον καὶ τούτοις ἐμνησικάκουν. Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, 7οὐχ οὕτως. Ἕτερά φησι προὔλεγόν σοι οἱ τῶν δαιμόνων χρησμοί, τἀναντία δὲ ἐκείνων ἑώρακας. Ἡγοῦμαι δὲ τὸν προφήτην καὶ τῆς τοῦ Βαλαὰμ αὐτοὺς ὑπομιμνῄσκειν προρρήσεως, ὡς ὁ ἐξ Ἰσραὴλ ἀνίσχων «θραύσει ἀρχηγοὺς Μωάβ». Εἶτα πάλιν τούς τε θρήνους αὐτοῦ διέξεισι, καὶ τὸ ἀσθενὲς αὐτοῦ καὶ τὸ σφαλερὸν κωμῳδεῖ· τοῖχον γὰρ ὀστράκινον τὸ εὐάλωτον αὐτοῦ καλεῖ. Προλέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν καὶ τῆς σπειρομένης τὴν ἀκαρπίαν καὶ τῆς πεφυτευ μένης τὴν ἐρημίαν, καὶ παρακελεύεται τοῖς τὰ ἔθνη κατα πίνουσιν Ἀσσυρίοις καταπατῆσαι τὰς ἀμπέλους, καὶ οἷόν τινας ὅρους αὐτοῖς τιθεὶς παρεγγυᾷ ἕως Ἰαζὴρ συνάψαι τὸν πόλεμον. Εἶτα τῶν φυγάδων διηγεῖται τὸν πλάνον· οἱ μὲν γάρ φησιν ἐν τῇ ἐρήμῳ ἀλῶνται, οἱ δὲ καὶ τὴν Ἐρυθρὰν διέβησαν Θάλασσαν. Ἀναμιμνήσκει δὲ καὶ δὶς καὶ τρὶς τῶν αὐτῶν, τῆς ἀμπέλου Σαβαμὰ καὶ τῶν δένδρων Ἐσεβὼν καὶ Ἐλεηλά, δεικνὺς τὴν τῆς προφητείας ἀλήθειαν. 9Ὅτι ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ σου κατάλεγμα καταπατούν των ἔπεσεν. Οὐκέτι γὰρ σὺ τὰ ἐπιλήνια ᾄσματα ἐρεῖς, ἀλλ' ἄλλοι σε καταπατοῦντες τὸ πολεμικὸν ᾄσονται μέλος· τῆς δὲ τῶν ἀμπελώνων εὐφροσύνης οὐκ ἀπολαύσεις. 11∆ιὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡς τεῖχος ὃ ἐνεκαίνισας. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ.» Ταύτην φησὶ τὴν προφητείαν ὄργανον τοῦ παναγίου γενόμενος πνεύματος τῷ Μωὰβ οἷόν τινα ἠχὴν κιθάρας προσήνεγκα καὶ τῷ τείχει ὃ ἀσφαλείας εἵνεκα κατεσκεύασας. 12Καὶ ἔσται ἐν τῷ τραπῆναί σε ὅτι κοπιάσει Μωὰβ ἐν τοῖς βουνοῖς καὶ εἰσε λεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτήν. ∆ι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν τῶν εἰδώλων ἀσθένειαν· μετὰ γὰρ τὰς πολλὰς ἑκατόμβας καὶ χιλιόμβας τῆς παρ' αὐτῶν συμμαχίας οὐ τεύξῃ. 13Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν. Ταῦτά φησιν ὁ προφήτης οὐκ ἐγὼ προεῖπον ἀλλ' αὐτὸς ὁ τῶν ὅλων θεός. 14Καὶ νῦν ἐλάλησε κύριος λέγων· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Φιλάνθρωπος ἡ ψῆφος· τρισὶ γὰρ ἔτεσι περιώρισε τὴν τιμωρίαν καὶ