1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

124

Τοῦτο γὰρ δεδήλωκεν εἰρηκώς· Οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ· ὄνομα γὰρ αὐτοῦ τὸ λαὸς θεοῦ χρηματίζειν. Εἶτα προστακτικῶς· 20Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἔπειτα τὴν ἐντεῦθεν ἐσομένην προλέγει ε ὐθυ μίαν· Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε ὅτι ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ 21καὶ οὐκ εἴασεν αὐτὸν διψῆςαι δι' ἐρήμου ἀγαγὼν αὐτόν, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Ἀναμιμνῄσκει αὐτοὺς τῆς προτέρας ἐλευθερίας καὶ ὅπως τῶν Αἰγυπτίων ἀπαλλα γέντες καὶ τὴν ἔρημον διοδεύοντες ξένων καὶ παραδόξων ναμάτων ἀπήλαυσαν. Ἐν γὰρ τῇ ἀπὸ Βαβυλῶνος ἐπανόδῳ οὐδὲν τοιοῦτον γεγενημένον ἐμάθομεν. Καὶ οἱ Τρεῖς δὲ ὁμοίως Ἑρμηνευταὶ ὡς ἤδη γεγενημένον τοῦτο τεθείκασιν· «Ὕδωρ» γάρ φασιν « ἐκ πέτρ ας ὠχέτευσας αὐτοῖς, καὶ ἔρρηξε πέτραν στερεάν, καὶ ἔρρευσεν ὕδατα.» Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τὴν προφητικὴν ὁ λόγος αἰνίττεται χάριν, ἧς κἀν τῇ Βαβυλῶνι ἀπήλαυον τὰ θεῖα πίνοντες ῥεῖθρα διὰ τῶν ἁγίων προφητῶν ∆ανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ὅτι ὡς ἐν ἐρήμῳ τῇ τῶν Βαβυ λωνί ων δυσσεβείᾳ οἷόν τινα πέτραν ἔσχον τὴν προφητείαν ὀρέγουσαν αὐτοῖς τὸ σωτήριον |161 a| πόμα. Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ εῖθρα προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν. 22Οὐκ ἔ<σ>τι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. Ταῦτα τοίνυν εἰδότες τὴν τῶν ἀσεβῶν φύγετε κοινωνίαν. Ἐνταῦθ α ταύτην συμπεράνας τὴν προφητείαν τοῖς ἔθνεσι διὰ τῶν ἑξῆς προαγορεύει τὴν σωτηρίαν· 491 Ἀκούσατε αἱ νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ. Τό· διὰ χρόνου πολλοῦ, ὁ μὲν Σύμμαχος ἔφη· «Ἀκροᾶσθε ἔθνη μακρόθεν.» Καλεῖ δὲ ὁ λόγος καὶ νησιώτας καὶ ἠπειρώτας καὶ αὐτοὺς τὰς ἐσχατιὰς οἰκοῦντας εἰς τὴν τῶν θεσπιζομένων ἀκρόασιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον τὸ διὰ χρόνου πολλοῦ· Τῷ Ἀβραὰμ ὑπέσχετο τῶν ὅλων ὁ κύριος ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἔδωκε τὴν ἐπαγγελίαν, ταύτην καὶ ὁ Ἰακὼβ τῷ Ἰούδᾳ δέδωκεν εὐλογίαν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», πλεῖστος δὲ διεληλύθει ἐτῶν ἀριθμὸς ἐκ τῆς δοθείσης τῷ Ἀβραὰμ ἐπαγγελίας μέχρι τῆς κλήσεως τῶν ἐθνῶν· διὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· Προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ. Εἶτα ἐπάγει· Στήσεται, λέγει κύριος, τουτέστι τῆς ἐπαγγελίας ὁ λόγος· ἀψευδὴς γὰρ ἡ θεία ὑπόσχεσις. Ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Ταῦτα ἐκ προσώπου εἴρηται τοῦ δεσπότου Χριστοῦ, ὅς ἐστι σπέρμα τοῦ Ἀβραὰμ κατὰ σάρκα, δι' οὗ τὰ ἔθνη τὴν ἐπαγγελίαν ἀπέλαβεν. Καὶ διδάσκει ὡς πρὸ τοῦ τόκου τὴν προσηγορίαν ἐδέξατο· ὁ γὰρ ἅγιος Γαβριὴλ ταύτην ἐκόμισεν ἄνωθεν καὶ τῇ παρθένῳ ἔφη· «Τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» 2Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Τοιοῦτος γὰρ ὁ διακριτικὸς λόγος ὁ ὑπ' αὐτοῦ πᾶσιν ἀνθρώποις προσε νεχθείς, οὕτω δὲ καὶ αὐτ ὸς ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς καὶ νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Καὶ μὲν δὴ καὶ ὁ θεῖος ἀπόστολός φησιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.» Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Ὁμοίως καὶ ταῦτα τροπικῶς κέκληκε, βέλος μὲν αὐτὸν τὸν τιτρώσκοντα τὰς ἐρώσας αὐτοῦ ψυχάς, ὧν ἑκάστη βοᾷ· «Τετρωμένη ἀγάπης ἐγώ»· φαρέτραν δὲ τὸ