1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

56

παρακελεύεται· Ἀνάβητε ἄνθρωποι ἐφ' ἵππους, καὶ συναγωγὴ παρατάξεως. Τούτων δέ φησι γενομένων· 7Καὶ φάραγγες πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς τὰς πύλας ἐμφράξουσι 8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα, τουτέστιν ἀνοίξουσιν. Ἐναντίον δὲ τῷ ἀνοῖξαι τὸ ἐμφράξαι. Ἀμφότερα δὲ ὅμως ἐποίουν· τοὺς μὲν γὰρ πολιορκουμένους ἐκώλυον φεύγειν, τοῖς δὲ πολεμίοις τὰς θύρας ἀνεπετάννυσαν. Καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως 9καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας ∆αυίδ. Πάσας φησὶ μηχανὰς σωτηρίας ἀνερευνήσουσι καὶ τὰς ὑψηλὰς περισκοπήσουσ ιν οἰκίας , ταύτῃ λογιζόμενοι κρείττους ἔσεσθαι τῶν δυσμενῶν, καὶ τὴν ἄκραν ∆αυὶδ καταλήψονται. Π ό λιν δὲ τὴν Σιὼν ὀνομάζει. Καὶ εἶδον ὅτι πλείους εἰσὶ καὶ ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν 10καὶ τοὺς οἴκους Ἱερουσαλὴμ ἠρίθμησαν καὶ καθεῖλον τοὺς οἴκους εἰς ὀχύρωμα τείχους τῇ πόλει. Τὰ πλεῖστα τούτων καὶ Ἰώσηπος ἱστορεῖ τὴν Ἰουδαϊκὴν ἱστορίαν συγγράψας. Ὥσπερ γὰρ εἶδον ἀπολλ υμένην τὴν πόλιν, οἱ τῆς στάσεως ἀρχηγοὶ πολλὰς τῶν οἰκιῶν καταλύσαντες τὴν Ἀντωνίαν καὶ τὸν ναὸν ἀσφαλέστερον ᾠκοδόμησαν. 11Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς ἀρχαίας κολυμβήθρας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχῆς κτίσαντα αὐτὴν καὶ τὸν ποιήσαντα αὐτὴν πόρρωθεν οὐκ εἴδετε. Οὐδενὸς ἂν τούτων ἐδεήθης, εἰ τὴν ἐμὴν ἐπεκαλέσω ῥοπήν· ἐν ἀκαρεῖ γὰρ ἂν τοὺς πολεμίους ἐσκέδασα. Ἐγκαλεῖ δὲ πρὸς τούτοις ὅτι, δέον πενθεῖν καὶ ὀλοφύρε σθαι καὶ τὸν θεὸν ἱλεοῦσθαι διὰ τὸ μέ γεθος τῶν συμφορῶν, δημοθοινίαις ἐχρῶντο καὶ εὐωχούμενοι διετέλουν 13λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Ταῦτα δέ φησιν ἅπαντα καὶ ἑώρα καὶ ἤκουσεν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν. 14Ἀνακεκαλυμμένα γάρ φησίν ἐστι ταῦτα ἐν τοῖς ὠσὶ κυρίου Σαβαώθ, καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, εἶπε κύριος ὁ θεὸς τῶν δυνάμεων. Καὶ ἀληθῶς παγχάλεπόν ἐστι καὶ συγγνώμην οὐκ ἔχον ἀγανακτοῦντος τοῦ δεσπότου τοὺς οἰκέτας τρυφᾶν καὶ τῷ γέλωτι δεικνύναι τὴν καταφρόνησιν. Ἐνταῦθα τοίνυν τὴν τούτου προφητείαν ἐπέρανεν· μετὰ δὲ ταῦτα διδά σκει ὡς ἐκελεύσθησαν 15εἰσελθεῖν εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἰπεῖν αὐτῷ· 16Τί σοι ὧδε καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἐλάξευσας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; Παστοφόρια τοῦ θείου νεὼ τὰς ἐξέδρας εὑρή καμεν ὠνομασμένας τὸν Ἰεζεκιὴλ ἑρμηνεύοντες. ∆ῆλος τοίνυν οὗτός ἐστιν, ὡς ἱερατικὴν λαχὼν ἀξίαν τῆς θείας κατημέλησε λειτουργίας εἰς π λοῦ τον καὶ τρυφὴν τὴν σπουδὴν μεταθείς. Οὗ δὴ χάριν καὶ περίβλεπτον αὐτῷ κατεσκεύασε μνῆμα, ἀοίδιμος ἐντεῦθεν ἔσεσθαι προ σδοκῶν . Ταμίαν δὲ αὐτὸν ἡγοῦμαι καλεῖσθαι ὡς τὰ ἱερὰ σκεύη πεπιστευμένον. Εἶτα αὐτῷ τὸν ὄλεθρον ἀπειλεῖ · 17Ἰδοὺ δὴ κύριος Σαβαὼθ ἐκβαλεῖ ἄνδρα καὶ ἐκτρίψει σε καὶ ἀφελεῖ τὴν στολήν σου 18καὶ τὴν κίδαρίν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον. Ταῦτα τὸν ἀρχιερατικὸν κόσμον ἐπλήρωσεν. Ἐντεῦθεν δῆλ ον ὅτι τῶν πρώτων ἦν ἱερέων. Καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, κἀκεῖ ἀποθανῇ. Φασί τινες, ὡς ἥλω φεύγων ὑπὸ τῶν Ἀσσυρίων καὶ δορυάλωτος ἀπήχθη. Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς ἀπώλειαν. 19Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στάσεώς σου καθελεῖ σε. Εἶτα δῆλον ποιεῖ τὸν διαδεξάμενον τὴν ἐκείνου τιμήν· 20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου. Τούτου μέμνηται καὶ ἡ κατὰ τὸν Ἐζεκίαν ἱ στορία· οὗτος γὰρ οὐκ ἐνεγκὼν τοῦ Ἀσσυρίου τὴν βλασφημίαν τὴν ἐσθῆτα διέρρηξεν. Τοῦτον ὑπισχνεῖται ἐνδύσειν τὴν στολὴν καὶ τῷ στεφάνῳ τὴν κεφαλὴν δια κοσμή σειν καὶ τὸ κράτος αὐ τῷ καὶ τὴν οἰκονομίαν δώσειν . Ἐπαινεῖ δὲ αὐτὸν ὡς ἠπ ίου πατρὸς φι λο στοργίαν μι μούμενον καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων |128 b| καὶ τῶν περιοίκων ἐπιμελῶς προμηθούμενον. 22Καὶ δώσω τὴν δόξαν ∆αυὶδ