1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

22

καὶ μὴ καλούμενος συμμαχεῖ καὶ καταφρονούμενος προμηθεῖται. Τοῦτο δὴ κἀνταῦθα πεποίηκεν· τοῦ γὰρ Φακεὲ τὸν βασιλέα τῶν Σύρων εἰς συμμαχίαν καλέσαντος καὶ μετ' ἐκείνου τὴν Ἱερουσαλὴμ ἐπὶ πολιορκίᾳ κατειληφότος ἐξεδειματώθη μὲν εἰκότως ὁ ἀνόσιος βασιλεύς, ἔδεισε δὲ καὶ ὁ λαός· ἡ γὰρ πεῖρα τῶν ἤδη συμβεβηκότων ἠνάγκαζεν ὀρρωδεῖν. Οὕτως δὲ αὐτοὺς τὸ δέος κατέσεισεν ὡς ἐοικέναι δένδροις ὑπὸ σφοδροτέρας ἀνέμων προσβολῆς κλονουμένοις. Ὁ δὲ φιλάνθρωπος δεσπότης ταῦτα δρᾶσαι τῷ προφήτῃ παρεκελεύσατο· 73Ἔξελθε εἰς συνάντησιν τῷ Ἄχαζ <σὺ> καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ κναφέως. Οὐδαμοῦ μετὰ τοῦ παιδὸς ὁ προφήτης ἐκελεύσθη θεσπίσαι, ἐνταῦθα δὲ μόνον παραλαβεῖν τὸν υἱὸν προσετάχθη, ἐπειδὴ μέλλει τοῦ Ἐμμανουὴλ προαγορεύειν τὴν γέννησιν καὶ τὸν Ἄχαζ διδάσκειν, ὡς διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον τῆς θείας ἀπολαύσεται κηδεμονίας αὐτὸς διὰ τὴν οἰκείαν παρανομίαν τιμωρίας ἄξιος ὤν. 4Καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω, μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Τὸ φύλαξαι τοῦ ἡσυχάσαι ὁ μὲν Σύμμαχος «φύλαξαι καὶ ἡσύχασον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «φύλαξαι καὶ ἡσύχαζε», ὁ δὲ Θεοδοτίων «πρόσεχε καὶ ἡσύχαζε». Ἀντὶ τοῦ· Μὴ πολεμήσῃς μηδὲ παρατάξῃ, νικήσεις γὰρ ἡσυχάζων διὰ τὴν ἐμὴν ἀγαθότητα. Ἐγὼ πατάσσω καὶ ἐγὼ ἰῶμαι· καὶ γὰρ τὴν προτέραν παιδείαν διὰ τὴν σὴν ἐπήγαγον παρανομίαν καὶ νῦν ἐπαμύνω διὰ τὸν ἐκ σοῦ τεχθησόμενον. Μὴ τοίνυν δείσῃς τούτους· δαλοῖς γὰρ ἐοίκασι |108 a| κα πνιζομένοις ἀλλ' οὐ φλεγομένοις-ἀντὶ τοῦ· φοβοῦσι μέν, οὐ βλάψουσι δέ. ∆αλὸς δέ ἐστιν ἡμιφλεγὲς ξύλον ἔχον μὲν τοῦ πυρὸς τὰ λείψανα, τῆς δὲ φλογὸς ἐστερημένον. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, 5ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου κατὰ σοῦ λέγοντες· 6Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ, 7τάδε λέγει κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται. Καὶ τοὺς ἐκείνων ἐγύμνωσε λογισμοὺς καὶ τὴν ἰδίαν δεδήλωκε ψῆφον· Ἐγὼ γάρ φησι διασκεδάσω τὴν ἐκείνων βουλήν. 8Ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ ∆αμασκὸς καὶ ἡ κεφαλὴ ∆αμασκοῦ Ῥασήν. Ἀρὰμ τοὺς Σύρους ὀνομάζει· τούτων φησὶ ∆αμασκὸς μητρόπολις· τῆς δὲ ∆αμασκοῦ ὁ βασιλεὺς Ῥασὴν τούτων ἄρχει μόνων, τῆς δὲ Ἱερουσαλὴμ οὐκέτι· τὴν γὰρ τῶν Σύρων αὐτῷ δέδωκε βασιλείαν. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ. Τὴν αἰχμαλωσίαν προλέγει τὴν ὑπὸ Σαλμανάσαρ καὶ Σεναχηρὶμ γενομένην. Πρῶτος μὲν γὰρ ὁ Φουὰ τὸν φόρον ἐπέθηκε, μετ' ἐκεῖνον δὲ Θεγλαφα λασὰρ ἐνίας ἐξηνδραπόδισε πόλεις, εἶτα Σαλμανάσαρ τὰς πλείστας, καὶ τὰς ὑπολειφθείσας Σεναχηρίμ. 9Καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου. Σομόρων τὴν Σαμάρειαν ἀπὸ τοῦ ὄρους καλεῖ· Σομόρων δὲ ἐκλήθη τὸ ὄρος ἀπὸ τοῦ πρώτου κτησαμένου, ἀπὸ δὲ τοῦ ὄρους ἡ πόλις. Σαμάρεια δέ ἐστιν ἡ νῦν Σεβαστὴ καλουμένη. Λέγει τοίνυν ὅτι τῶν δέκα φυλῶν ἡ Σαμάρεια βασιλεύει, τῆς δὲ Σαμαρείας ὁ τοῦ Ῥομελίου υἱός, καὶ τούτους αὐτοὺς ὑπερβῆναι τοὺς ὅρους οὐ συγχωρήσω. Καὶ τὴν ἀπιστίαν αὐτῶν εἰδὼς ἐπήγαγεν· Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἐὰν μὴ πιστεύσητε, οὐ διαμενεῖτε», ὁ δὲ Θεοδοτίων· «Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ πιστευθείητε»-τῆς γὰρ πίστεως ἡ σωτηρία καρπός-, κατὰ δὲ τοὺς Ἑβδομή κοντα· Οὐ μὴ συνῆτε, ὃ δηλοῖ ὅτι διὰ τῆς πίστεως τῶν θείων ἡ γνῶσις. 10Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· 11Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Ἐπειδὴ ἀπιστεῖς τοῖς εἰρημένοις φησὶ καὶ ψεῦδος τὴν ἐμὴν νομίζεις ὑπόσχεσιν, ἐγὼ βεβαιώσω θαυματουργίᾳ τοὺς λόγους. Αἴτησον τοίνυν ὅπερ βούλει σημεῖον εἴτε οὐράνιον εἴτε ἐπίγειον· τοῦτο γὰρ λέγει εἰς βάθος ἢ εἰς ὕψος.