1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

5

μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἅπασαν τὴν νομικὴν ἀπαγορεύει λατρείαν. Πλήρης γάρ εἰμί φησιν· Ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα τράγων οὐ βούλομαι, 12οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. ∆ιὰ δὲ τούτων ὁ προφήτης, μᾶλλον δὲ ὁ διὰ τούτου λαλήσας θεός, καὶ τὰς περὶ πλημμελείας καὶ τὰς περὶ ἁμαρτίας καὶ τὰς τῆς τελειώσεως θυσίας καὶ τὰς ὁλοκαρπώσεις ἐξέβαλεν. Τῶν μὲν γὰρ τὸ αἷμα καὶ τὸ στέαρ προσεφέρετο καὶ οἱ νεφροὶ καὶ τοῦ ἥπατος ὁ λοβός, τὰ δὲ τέλεια κατεκαίετο. Εἶτα σαφέστερον δείκνυσι τὸ τῶν θυσιῶν περιττόν· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; ∆ι' ὑμᾶς τούτων ἠνειχόμην, οὐκ αὐτὸς τούτων ἐδεόμην. Πατεῖν τὴν αὐλήν μου 13οὐ προσθήσεσθε. Κατα λύσαντες γὰρ Ῥωμαῖοι τὸν θεῖον ναὸν νόμῳ τοῦτον αὐτοῖς ἀπέφηναν ἄβατον. Ἐὰν προσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστιν. Εἴδη καὶ ταῦτα θυσιῶν. Καὶ ἀναγκαίως αὐτῶν ἐποιήσατο μνήμην διὰ τὴν τῶν Ἰουδαίων ἀναίδειαν, ὡς ἂν μὴ λέγοιεν· Τόδε μὲν οὐ βούλεται προσφέρειν ἡμᾶς, τῷδε δὲ θεραπεύεται. Οὕτως ἐν τοῖς μετὰ ταῦτα διὰ τοῦ προφήτου φησίν· «Οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἀνομίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.» Καὶ διὰ τοῦ θεσπεσίου ∆αυίδ· «Οὐ δέξομαί» φησιν «ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ Θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» Καὶ διδάσκων, τίσιν ἀρέσκεται· «Θῦσον τῷ θεῷ» φησι «θυσίαν αἰνέσεως», καί · «Θυσία αἰνέσεως δοξάσει με.» Καὶ αὐτὸς δὲ ὁ μακάριος ∆αυίδ φησι πρὸς αὐτόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.» Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν 14καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἰδοὺ καὶ τὰς πολυθρυλήτους |98 a| ἐξέβαλεν ἑορτάς· τὴν τοῦ πάσχα, τὴν τῶν ἑβδομάδων, τὴν τῶν σκηνῶν καὶ πρὸς τούτοις τὴν τῶν σαλπίγγων, τὴν τοῦ ἱλασμοῦ. Ἡμέραν γὰρ μεγάλην τὰς μεγάλας ἑορτὰς ὀνομάζει, νηστείαν δὲ τὴν τοῦ ἱλασμοῦ ἡμέραν. Καὶ καθολικῶς πᾶσαν ἑορτὴν καὶ πᾶν σάββατον μεμισηκέναι φησίν. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐγενήθητέ μοι εἰς πλησ μονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Κόρον φησὶν ὑμῶν ἔλαβον καὶ παντελῶς ὑμᾶς ἀποστρέφομαι διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολήν. 15Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ταῦτα πάντα διεξελθών, καὶ τὴν τοῦ νόμου λύσιν καὶ τοῦ ναοῦ τὴν κατάλυσιν, ἐδίδαξε τὸ εἶδος τῆς ἁμαρτίας δι' ὃ ὑπέστησαν τὰς παντοδαπὰς τιμωρίας καὶ κατηγορεῖ αὐτῶν οὐκ εἰδώλων θεραπείαν οὐδὲ μοιχείαν καὶ πλεονεξίαν ἀλλὰ μιαιφονίαν· πάσης γὰρ δυσσεβείας καὶ παρανομίας χαλε πωτέρα ἡ κατὰ τοῦ κυρίου μανία. Αὐτῶν γάρ ἐστιν ἡ φωνή· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Τοῦτο τὸ αἷμα τῆς παλαιᾶς αὐτοὺς ἐστέρησεν εὐκληρίας, τοῦτο τὸ αἷμα μετοίκους τῆς οἰκουμένης ἀπέφηνεν. Ἀλλ' ὅμως φιλάνθρωπος ὢν ὑποδείκνυσιν αὐτοῖς σωτηρίας ὁδόν· 16Λούσασθε, καθαροὶ γένεσθε. Ἵνα μὴ νομίσωσιν αὐτὸν τὰ κατὰ νόμον ὑπαγορεύειν περιρραντήρια, προστέ θεικεν ἀναγκαίως· Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Καὶ τοὺς κεκρυμ μένους ὑμῶν ἐπίσταμαι λογισμούς, οὐδέν με λέληθε τῶν πονηρῶν ὑμῶν βουλευμάτων· τῷ λουτρῷ τοίνυν τῆς παλιγγενεσίας ἐκκαθάρατε τὰς ψυχάς. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Πρὸς γὰρ τῷ τὰ πρότερα ἀπορρῖψαι δεῖ φυγεῖν τῶν ὁμοίων τὴν ἐργασίαν. 17Μάθετε καλὸν ποιεῖν. Οὐκ ἀρκεῖ γὰρ πρὸς τελείωσιν ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ δεῖ προσθεῖναι τὴν