1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

122

ἐξεληλυθέναι· ὕδωρ δὲ τὸ σπέρμα ἐκ άλεσεν. Οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ἰσραὴλ καὶ ἐν τῷ θεῷ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι, κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ ἀποστόλου περί τινων εἰρημένα· «Ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Καὶ γὰρ Ἰουδαῖοι μέγα μὲν ἐφρόνουν ἐπὶ τῇ Ἱερουσαλήμ, ἐμεγαλαυχοῦντο δὲ καὶ ὡς ὑπὸ τοῦ θεοῦ τῶν ὅλ ων ἐκλεγέντες καὶ τὸ θεῖον ὄνομα διηνεκῶς ἐν τῷ στόματι περιέφερον οὐκ ἀληθείᾳ τοῦτο γε ραί ροντες ἀλλὰ τῷ ψεύδει καθυβρίζοντες. Οὗ δὴ χάριν δεικνὺς ὁ προφητικὸς λόγος σεπτὸν τοῦ το καὶ φοβερὸν τοὔνομα ἐπήγαγεν· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Οὐ γὰρ τῶν ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ἐπουρανίων δεσπόζει δυνάμεων. 3Τὰ πρότερα ἔκτοτε ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστόν σοι ἐγένετο. Τὰς ἐπενεχθείσας σοι συμφορὰς προηγόρευσα πρότερον, ἵνα σε φοβήσας ταῖς ἀπειλαῖς εἰς μεταμέλειαν διεγείρω, καὶ μὴ λάβῃς πεῖραν τῶν ἀλγεινῶν· ἐπειδὴ δὲ τοῖς λόγοις ἠπίστησας, δείξω τοῖς ἔργοις τὴν τῶν λόγων ἀλήθειαν. Τοῦτο γὰρ ἐπ ήγαγεν· Ἐξάπινα ἐποίησα καὶ ἐπῆλθον. Ἃς γὰρ οὐ προσεδόκησας συμφορὰς ἐθεάσω. 4Γινώσκω ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. Τοῦτο δεδιδαγμένος καὶ ὁ θεῖος Στέφανος ἔλεγε τοῖς Ἰουδαίοις· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς»· καὶ διὰ τοῦ προφήτου Ἱερεμίου πάλιν ὁ τῶν ὅλων θεὸς ἔφη πρὸς αὐτούς· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.» Ταύτην τὴν ἀναίδειαν καὶ τὸ χαλκοῦν αἰνί ττεται μέτωπον· ὥσπερ γὰρ τὸ τοῦ χαλκοῦ ἀνδριάντος οὐκ αἰσχύνεται μέτωπον, οὕτως οὐδὲ ὑ μεῖς ἐρυθριᾶτε παρανομοῦντες, οὔτε ἐλεγχόμενοι οὔτε κολαζόμενοι. 5Καὶ ἀνήγγειλά σοι παλαιὰ πρὶν ἐλθεῖν ἐπὶ σέ, ἀκουστόν σοι ἐποίησα, μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μοι ἐποίησε καὶ ἵνα μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. Πάντα σοι προηγόρευσα, καὶ |160 a| τὴν αἰχμαλωσίαν καὶ τὴν ἐλευθερίαν, ἵνα μὴ τὰς τούτων αἰτίας ἀναθῇς τοῖς εἰδώλοις, ἀλλὰ γνῷς ὡς ἑκάτερα ἐγὼ δέδρακα, τὸ μὲν διὰ τὴν σὴν παρανομίαν, τὸ δὲ διὰ τὴν ἐμὴν φιλανθρω πίαν. 6Ἠκούσατε ταῦτα καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστὰ ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι, καὶ οὐκ ἔγνως αὐτά· 7καὶ νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις, καὶ οὐκ ἤκουσας αὐτά. ∆ιὰ πάντων τὸ ἀσύνετον αὐτῶν καὶ ἀνόητον καὶ τῆς γνώμης τὸ ῥᾴθυμον ἔδειξεν. Μὴ εἴπῃς· Ναί, γινώσκω αὐτά. 8Οὔτε ἤκουσα<ς> οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Σαφέ στερον διὰ τούτων τὸ ἀπειθὲς αὐτῶν ἔδειξεν· ἑκόντες γὰρ ἔβυον τὰ ὦτα οὐδὲ ἀκούειν τῶν θείων λόγων βουλόμενοι. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἐμὲ δὲ οὐκ ἔλαθεν ὁ παράνομός σου σκοπός· προῄδειν γάρ σου τὴν ἀχάριστον γνώμην καὶ ὅτι εὐθὺς τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγεὶς τῶν μὲν εὐεργεσιῶν ἐπιλήσῃ, δυσσεβείᾳ δὲ προσέξεις. Κοιλίαν γὰρ τὴν Αἴγυπτον καλεῖ καὶ τόκον τὴν ἐκεῖθεν ἔξοδον. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς εὐεργετῶν ὑμᾶς διετέλουν, ἐπεὶ λαὸς ἐμὸς ὀνομάζεσθε. Τοῦτο γὰρ τὰ ἑξῆς δηλοῖ· 9Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε. Θυμὸν δὲ ἐκάλεσε τὴν αἰχμαλωσίαν, ἔνδοξα δὲ τὴν παράδοξον ἐλευθερίαν. 10Ἰδοὺ πέπρακά σε οὐχ εἵνεκεν ἀργυρίου, ἐξειλόμην δέ σε ἐκ καμίνου πτωχείας. Οὐ χρημάτων δεόμενος ἀπεδόμην σε Βαβυλωνίοις ἀλλὰ δίκας σε τῆς παρανομίας πραττό μενος, ἀλλ' ὅμως πάλιν σοι τὴν ἐλευθερίαν δωρήσομαι. Κάμινον γὰρ πτωχείας τὴν δουλείαν ἐκάλεσεν· καθάπερ γὰρ ἐν καμίνῳ τὸ μὲν πῦρ ἐστι κεκ ρυμ μένον, ὁ δὲ καπνὸς ἄνωθεν φαίνεται μόνος, οὕτως οἱ δορυάλωτοι θρηνεῖν μὲν προφανῶς οὐ τολ μῶσιν, ἔνδοθεν δὲ <τῇ> τῆς ἀθυμίας φλογὶ πυρπολούμενοι οἷόν τινα καπνὸν τὸν στεναγμ ὸν ἀνα πέμπουσιν.