1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

107

ὄνομα πᾶσα ἡ γῆ προσκυνεῖ. Οἱ κατοικοῦντες τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. ∆ιαφερόντως δὲ τοῦτο ποιοῦσιν οἱ μὴ μόνον διὰ γῆς ἀλλὰ καὶ θαλάττης ὁδεύοντες ὥστε τοῦτο τὸ ὄνομα τοὺς ἀγνοοῦντας διδάξαι, ὅθεν οὐ μόνον ἠπειρῶται ἀλλὰ καὶ νησιῶται τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. 11Εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρου τῶν ὀρέων βοήσουσι, 12δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. Κηδὰρ τῶν Ἰσμαηλιτῶν τοὺς ἀπογόνους καλεῖ, Πέτρα δέ ἐστι τῶν Ἰδουμαίων μητρόπολις. Ἔδειξε τοίνυν καὶ διὰ τούτων ὁ προφητικὸς λόγος τὴν εἰς ἅπασαν τὴν οἰκουμένην χυ θεῖσαν θεογνωσίαν. Ὁρῶμεν δὲ καὶ ἡμεῖς τὴν τῆς προρρήσεως ἔκβασιν· οὐ γὰρ μόνον ἡ οἰκουμένη ἀλλὰ καὶ ἡ ἀοίκητος καὶ αἱ νῆσοι πᾶσαι τῶν τῆς ἀληθείας ναμάτων ἀπήλαυσαν. Ἐγὼ δὲ ἐβουλόμην Ἰουδαίου πυθέσθαι, ποίαν εὐφροσύνην Ἰσμαηλίταις καὶ Ἰδουμαίοις ὁ προφητικὸς εὐαγγελίζεται λόγος, πῶς δὲ αἱ νῆσοι τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. Ἀλλ' ἐκείνους ἐπὶ τοῦ παρόντος ἐάσαντες τῆς ἀληθείας ἐχώμεθα. 13Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρῖ ψαι πόλεμον, ἐπεγερεῖ ζῆλον, σημανεῖ καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Αὐτὸς γὰρ κατέλυσε τοῦ θανά του τὸ κράτος, αὐτὸς τὸν δρόμον τῆς ἁμαρτίας ἀνέκοψεν, αὐτὸς ἔπαυσε τοῦ διαβόλου τὴν τυραννίδα, αὐτὸς τῶν εἰδώλων τὴν πλάνην κατέσβεσεν. 14Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Πολὺν ἠνεσ χόμην χρόνον, πλείστῃ ἐχρησάμην μακροθυμίᾳ, ἤνεγκα καταφρο νούμενος. Ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα, 15ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. ∆ιὰ τούτων πάντων τὴν παῦλαν τῆς πλάνης ἐδήλωσεν· τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλυσε καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶν φιλοσό φων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματα κατα παύσας οὐδὲ βραχεῖαν ἐν αὐτοῖς ἰκμάδα κατέλιπεν. Ὡσαύτως δέ φησι καὶ τὰ ποιητικὰ ἕλη δείξω ξηρά. 16Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν ποιήσω πατῆσαι αὐτούς. Πάλιν τυφλοὺς τοὺς ἀπιστίαν νοσοῦντας καὶ τὸ ὀπτικὸν τῆς διανοίας πεπηρωμένους καλεῖ. Τούτους ὑπισχνεῖται ποδηγήσειν εἰς τὴν ἀγνοουμένην ὁδόν· οὐ γὰρ ᾔδεισαν τῆς ἀληθείας τὴν τρίβον ἀλλὰ τὰς τῆς ἀπάτης ὥδευον ἀτραπούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς. Τῆς προτέρας αὐτοὺς ἀγνοίας ἀπαλλάξ ας τῆς θείας αὐτοὺς γνώσεως ἀξιώσω· ἔοικε γὰρ σκότει μὲν ἡ ἄγνοια, φωτὶ δὲ ἡ γνῶσις. Καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Τὴν γὰρ δύσπορον τῆς σωφροσύνης καὶ τῆς ἐγκρα τείας καὶ τῆς δικαιοσ ύνης ὁδὸν πεποίηκεν εὔπορον, τοῖς πόνοις τῆς ἀρετῆς τὴν τῶν μελλόντων ἀγαθῶν συνάψας ἐλπί δα . Ταῦτα τὰ ῥήματα ἃ ποιήσω αὐτοῖς· καὶ οὐκ ἐγκαταλείψω αὐτούς, λέγει κύριος. Τούτων τῶν ἀγαθῶν αὐτοὺς διηνεκῶς ἀξιώσω καὶ πᾶσαν αὐτῶν κηδεμονίαν καὶ εἰς τὸν ἔπειτα ποιήσω χρόνον. 17Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμοῦ δὲ ταῦτα τοῖς ἔθνεσι τὰ ἀγαθὰ διδόντος οἱ τὰς ἐπαγγελίας ἔχοντες Ἰουδαῖοι καὶ τὰ μεγάλα ταῦτα θεώμενοι θαύματα τὴν ἐν αντίαν ἐ τράποντο τὴν ἐμὴν ἀρνούμενοι ποδηγίαν. Ἀλλ' ἡμεῖς οἱ τῶν τοσούτων ἀπολαύο ντες ἀγαθῶν τὴν εὐθεῖαν ὁδεύωμεν ἑπόμενοι τῷ ποδηγοῦντι καὶ τὸ φῶς χορηγοῦν τι θεῷ τῷ |152 b| καὶ τὴν αἰώνιον ὑπισχνου μέν ῳ ζωήν, ἵνα καὶ ταύτης τύχωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ὑπο στηρίζοντος σωτῆρος, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα <καὶ> κράτος πρέπει καὶ μεγαλοπρέ πεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 13 ΤΟΜΟΣ ΙΓʹ Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν μεταφέρει τὸν λόγον πρὸς Ἰουδαίους· περὶ γὰρ αὐτῶν καὶ ἤδη ἔφη· «Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω» τοσαῦτα θαύματα θεασάμενοι καὶ