1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

133

παρεγγυῶν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφρο σύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Καὶ τὴν ἐπάνοδον προεδήλωσε καὶ τὴν καταλη ψομένην τοὺς πιστεύοντας ἀγαλλίασιν καὶ εὐφρο σύν ην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν. Ἀπὸ γὰρ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων ἀ πέ δρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἶτα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος τὸ θάρσος ἐντίθησιν. 12Ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε αὐτός, ὁ τὰ πρότερα ἐκεῖνα πεποιηκὼς τὰ παράδοξα, ὁ τὸν Φαραὼ σὺν τῇ στρατιᾷ παραδεδωκὼς τῇ θαλάττῃ, ὁ τὰς πολλὰς τῶν Ἀσσυρίων μυριάδας δι' ἑνὸς ἀγγέλου κατακοντίσας. Εἶτα τῆς εὐγενείας αὐτὴν ἀναμιμνῄσκει καὶ τὴν θείαν κηδεμονίαν εἰς νοῦν λαβεῖν παρεγγυᾷ καὶ ἀπορρῖψαι τὸ δέος· Γνῶθι τίς οὖσα ἐφοβήθης ὑπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν, 13καὶ ἐπελάθου τὸν θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν θεμελιώσαντα, καὶ ἐφοβοῦ ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν τρόπον ἐβουλεύσατο τοῦ ἆραί σε. Σύ φησι συνήργησας τοῖς πολεμίοις καὶ τὸν ἐκείνων πεπλήρωκας σκοπόν, ἐκείνους μὲν δείσασα ἐμοῦ δὲ ἀμνημονήσασα ὃς τῶν ἁπάντων ὑπάρχω δημιουργός, παρ' οὗ μυρί α τῆς δυ νά μεως ἐνέχυρα δέδεξαι. Καὶ ἄνθρωπον μὲν θνητὸν καὶ φθαρτὸν ἐφοβήθης, εἰς δὲ τὴν οἰκεία ν οὐ κ ἀπ έ βλε ψας ἀξίαν οὐδὲ τὴν ἐμὴν ἐπικουρίαν ἐζήτησας. Καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; 14Ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ. Σοὶ μὲν γὰρ ὀρέξω τὴν σωτηρίαν, ἐκεῖνον δὲ παραδώσω πανωλεθρίᾳ. Καὶ οὐ θανατώσει εἰς διαφθοράν. Οὐ γὰρ συγχωρήσω παντελεῖ σε τιμωρίᾳ παραδοθῆναι, ἀλλ' ἐγὼ «πατάξω κἀγὼ ἰάσομαι». Καὶ οὐ μὴ ὑστερήσῃ ὁ ἄρτος αὐτοῦ. 15ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, κύριος Σαβαὼθ ὄνομά μοι. Τό· οὐχ ὑστερήσει ὁ ἄρτος αὐτοῦ, παρὰ μὲν τοῖς Ἑβδομήκοντα μετὰ ἀστερίσκου πρόσκειται. Ση μαίνει δὲ ὁ λόγος ὅτι καὶ ἐν αὐτῇ τῇ αἰχμαλωσίᾳ τῆς θείας κηδεμονίας ἀπήλαυον, ἀνενδεῶς αὐτοῖς τοῦ θεοῦ τὰς χρείας πορίζοντος. Ἐγὼ γάρ φησι καὶ τὴν θάλατταν ταράττω καὶ τὰ κύματα διεγείρω. Ὁ δὲ ταῦ τα ποιῶν καὶ τῶν Βαβυλωνίων κυκήσω τὴν θάλατταν καὶ ἐπαναστήσω αὐτοῖς τῶν πολεμίων τὰ κύματα. 16Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἔργοις σε διδάξω τὴν τῶν λόγων ἀλήθειαν. Καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, καὶ ἐρῶ τῇ Σιών· λαός μου |166 a| εἶ σύ. Ἱκανὴ τῆς δημιουργίας ἡ μνήμη δεῖξαι τῆς ἐνεργείας τὴν δύναμιν, ἧς μεταδώσειν αὐτοῖς ἐπηγγείλατο· χεῖρα γὰρ τὴν ἐνέργειαν κέκληκεν. 17Ἐξεγείρου ἐξεγείρου ἐξανάστηθι Ἱερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ γὰρ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου ἐξέπιες καὶ ἐξεκένωσας, 18καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας. Ποτήριον τὴν τιμωρίαν καλεῖ· καρωτικὴ γὰρ καὶ αὐτὴ καθάπερ ἡ μέθη. Τοῦ ποτηρίου τούτου καὶ ὁ μακάριος μέμνηται ∆αυίδ, φησὶ δὲ οὕτως· «Ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο»-ποτὲ γὰρ τούτους κολάζει ποτὲ δὲ ἐκείνους-, «πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Μέμνηται ταῦτα καὶ ὁ θεῖος Ἱερεμίας· «Εἶπε» γάρ φησι «κύριος ὁ θεὸς πρός με· λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ σύμπαντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτά, καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται.» Καὶ διδάσκων τί προσαγορεύει ποτή ριον, ἐπήγαγεν· «Ἀπὸ προσώπου τῆς μαχαίρας μου ἧς ἀποστελῶ ἀνὰ μέσον αὐτῶν.» Εἶτα ἐπάγει ὅτι «ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα πάντα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με κύριος πρὸς αὐτά, τὴν