1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

20

τῶν σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσια στηρίου 7καὶ ἥψατο τοῦ στόματός μου καὶ |106 b| εἶπεν. Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὸ ἀνόμιμ όν σου καὶ τὰς ἁμαρτίας περικαθαριεῖ. Καὶ τοῦτο δηλοῖ τῆς σιωπῆς τὸ πλημμέλημα· οὐκ ἄλλῳ γάρ τινι μορίῳ τοῦ σώματος ἀλλὰ τῷ στόματι τὸν ἄνθρακα τὸ σεραφὶμ προσ ενήνοχεν. Ἐλέγχει δὲ καὶ τὴν τοῦ Ὀζίου παρανομίαν τὸ γεγονός· ὁ μὲν γὰρ τοῦ θυσιαστηρίου λίαν ἀναιδῶς κατε τόλμησεν, τὸ δὲ σεραφὶμ καὶ πυρὸς ἔχον προσηγορίαν καὶ θείας λειτουργίας ἠξιωμένον οὐ γυμνῇ τῇ χερὶ τῇ δὲ λαβίδι τὸν ἄνθρακα ἔλαβε καὶ τοῦτον ἐπιθὲν τῷ τοῦ προφήτου στόματι ἐμήνυσεν αὐτῷ τὴν τῆς ἁμαρτίας ἀπαλλαγήν. Προδιαγράφεται δὲ καὶ προδιατυποῦται διὰ τούτων ἡ τῶν ἡμετέρων ἀγαθῶν μετουσία, ἡ διὰ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος τῶν ἁμαρτημάτων ἀπαλλαγή. 8Καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Οὐκ ἀγνοῶν ὃν ἀποστεῖλαι προσήκει ταῦτά φησιν ὁ δεσπότης ἀλλὰ τὸν προφήτην εἰς διακονίαν προτρέπων. ∆ηλοῖ δὲ τοῦτο καὶ τὰ ἑξῆς· Καὶ εἶπον· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Ὑπὲρ τῆς προτέρας ὁ προφήτης ἀπολογεῖται σιγῆς καὶ ἕνα ἐλέγξαι μὴ βουληθεὶς παντὸς τοῦ λαοῦ τὸν ἔλεγχον ἀναδέχεται. Οὐδὲ γὰρ τὴν τιμὴν ἁρπάζων αὐτοχειροτόνητος τρέχει ἀλλ' ὑπὲρ τῆς προτέρας ἀπολογούμενος σιωπῆς καὶ τοὺς παρὰ τοῦ λαοῦ κινδύνους ἀναδεχόμενος. 9Καὶ εἶπε· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Τὴν ἐσομένην Ἰουδαίοις ἐπὶ τῆς δεσποτικῆς ἐπιφανείας ἀντιλογίαν προαγορεύει· καὶ γὰρ ἀκούσαντες τῶν θείων λογίων οὐκ ἤκουσαν καὶ τὰ μυρία θαύματα θεωροῦντες συνιδεῖν οὐκ ἠθέλησαν. Οὗ δὴ χάριν ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις προέλεγεν· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Οἱ μὲν γὰρ τὸ σῶμα τυφλώττοντες ἑώρων αὐτὸν τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, οἱ δὲ ὑγιεῖς ἔχοντες τοὺς τοῦ σώματος ὀφθαλμοὺς τυφλὸν εἶχον τῆς διανοίας τὸ ὀπτικόν. Οὐ μόνον δὲ τοὺς ὀφθαλμοὺς μεμυκότας εἶχον ἀλλὰ καὶ τὰς ἀκοὰς βεβυσμένας. Τούτου χάριν ὁ κύριος ἔλεγεν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Ὁ μέντοι προφήτης, μᾶλλον δὲ ὁ τοῦ προφήτου θεός, διδάσκει διὰ τῶν ἑξῆς, ὡς κατὰ γνώμην αὐτοῖς προσγέγονε ταῦτα τὰ πάθη. Ἐπάγει γάρ· 10Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπισ τρέψωσι, καὶ ἰάσομαι αὐτούς. Οὐχ ἡ φύσις ἀλλ' ἡ γνώμη τὰ πάθη ταῦτα εἰργάσατο· οὐ γὰρ τυφλοὶ κατὰ φύσιν ἦσαν, ἀλλ' αὐτοὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν καὶ βαρέως τῶν θείων λογίων ἤκουσαν ὥσπερ ἑαυτοῖς πολεμοῦντες καὶ τὴν διὰ τῆς θέας καὶ τὴν διὰ τῆς ἀκροάσεως καὶ τῆς ἐντεῦθεν φυομένης μεταμελείας ἀπωθούμενοι σωτηρίαν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον εἴρηκεν· «Ὁ λαὸς οὗτος τὰ ὦτα ἐβάρυνε καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔμυσε, μήπως ἴδῃ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ἐν τοῖς ὠσὶν ἀκούσῃ καὶ ἡ καρδία αὐτοῦ οὐ μὴ συνῇ καὶ ἐπιστραφῇ καὶ ἰαθῇ.» Ταῦτα δὲ πάντα οὐ φυσικὴν τῶν μορίων ἀσθένειαν ἀλλὰ τὴν γνωμικὴν ἀπιστίαν σημαίνει· ἑκόντες γάρ φησι καὶ τυφλώττουσι καὶ κωφεύουσι καὶ πάντα πόρον κινοῦσιν, ἵνα μὴ τύχωσι σωτηρίας. 11Καὶ εἶπον· Ἕως πότε κύριε; Ἠρόμην δὲ ἐγὼ τῆς ἀπειθείας τὸν χρόνον μαθεῖν ποθῶν. Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Μέχρι τέλους φησὶν ἐπιμενοῦσι τῇ πονηρίᾳ, καὶ οὐδὲ ἡ τιμωρία |107 a| μεταβολὴν αὐτοῖς τινα πραγμα τεύσεται· οὔτε γὰρ ἡ τῶν πόλεων πόρθησις οὔτε ἡ τῶν οἰκιῶν κατάλυσις οὔτε τῆς γῆς ἁπάσης ἡ ἐρημία αἴσθησιν αὐτοῖς τινα καὶ τῆς παρανομίας πραγματεύσεται γνῶσιν. Αἰνίττεται δὲ διὰ τούτων τὰ ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθέντα κακά. Καὶ ὁ θεῖος δέ γε ἀπόστολος τὰ αὐτὰ τῷ προφήτῃ φησίν· «Ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς