1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

162

Ἐρυθρᾷ Θαλάττῃ γεγενημένων ἀναμιμνῄσκει· Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἐν αὐτῷ ὄνομα αἰώνιον. Τῇ γὰρ ἐνεργείᾳ τοῦ θείου προστάγματος διῃρέθη τὸ πέλαγος καὶ ἐγένετο αὐτοῖς «τὸ ὕδωρ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων». Τοῦτο γὰρ εἶπεν· κατίσχυσεν, τουτέστιν· ἔστη καὶ ἡ ῥοώδης φύσις ἐμιμεῖτο τειχῶν οἰκοδομίαν. 13Ἤγαγεν αὐτοὺς δι' ἀβύσσου ὡς ἵππον δι' ἐρήμου 14καὶ ὡς κτήνη διὰ πεδίου, καὶ οὐκ ἐκοπίασαν. Ἐν ταῖς ἐρήμοις εὐπετ ῶς ὁ ἵππος δύναται τρέχειν· οὐ γὰρ ἔστιν αἱμασιῶν καὶ δένδρων κωλύματα. Καὶ τὰ κτήνη δὲ ὡσαύ τως μετὰ πολλῆς μὲν δυσκολίας τὰ ὄρη διαβαίνει, εὐπετῶς δὲ μάλα τὰ πεδία διέρχεται. Τὴν πολλὴν τοίνυν τῆς διαβάσεως διὰ τούτων δεδήλωκεν εὐκολίαν, ὑποδείκνυσι δὲ καὶ τῶν γεγενημένων τὸ αἴ τιον· Κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης. Ἡ θεία γὰρ αὐτοὺς ἐποδήγησε χάρις, καὶ δῆλος ἐγένετο πᾶσι τοῦ Ἰσραὴλ ὁ θεός. Ἐντεῦθεν πρὸς αὐτὸν τὸν θεὸν ὁ προφήτης μεταφέρει τὸν λόγον ὑπὲρ τοῦ λαοῦ τὴν ἱκετείαν προσφέρων· 15Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ κύριε καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ὁρῶν τὸν λαὸν τῆς προτέρας κηδεμονίας ἐστερη μένον καὶ τὸν ναὸν τῆς θείας χάριτος γενόμενον ἔρημον, ἱλεούμενος αὐτὸν λέγει· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ κύριε, ἄνω θεν γὰρ ἐποπτεύειν δύνασαι τὰ ἡμέτερα· πλήρωσον πάλιν τὸν ναὸν τῆς χάριτός σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτε ἀνέσχου ἡμῶν· Μακροθυμῶν ἡμῖν ἀεὶ δέσποτα διετέλεις, ἔφερες τὴν ἡμετέραν παρανομίαν, ζήλῳ κατὰ τῶν πολεμίων ἐκέχρησο καὶ τὴν ἄμαχόν σου δύναμιν δήλην ἐποίεις. 16Σὺ γὰρ ἡμῶν πατὴρ εἶ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστιν. Οὐδεὶς ἡμᾶς ἐκείνων τῶν παλαιῶν προγόνων ἐπίσταται· διὸ σὲ μόνον καὶ δεσπότην καὶ πατέρα καλοῦμεν· σὸς γὰρ λαὸς ἐχρηματίσαμεν ἄνωθεν. 17Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἡ πολλή σου μακροθυμία ταύτην ἡμῖν εἰργάσατο τὴν ἀναίδειαν· ἐπειδὴ γὰρ παρανομοῦντας οὐκ ἠνείχου κολάζειν, ἐπεμείναμεν παρανομοῦντες καὶ τῶν σῶν νόμων καταφρονοῦντες. Τοιοῦτόν ἐστι καὶ τὸ τῷ μακαρίῳ Μωυσῇ εἰρημένον· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ.» Ἀνεξικα κ ί ᾳ γὰρ πολλῇ καὶ μακροθυμίᾳ χρησάμενος βατράχοις αὐτὸν καὶ σκνιψὶ καὶ μυίαις κατ' ἀρχὰς ἐ μασ τίγωσεν, ὁ δὲ ὑπέλαβε τὸν θεὸν μὴ δύνασθαι μείζοσιν αὐτὸν ὑποβάλλειν τιμ ωρίαις. Ὅτε δὲ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὁ ὀλοθρεύων διέφθειρε καὶ καθί κετο αὐτοῦ τῆς σκληρᾶς καὶ ἀντιτύπου καρδίας ἡ τῆς ὀδύνης αἴσθησις, τότε εἴξας ἀπέλυσε τὸν λαόν. ∆ῆλον δὲ το ί νυν ὅτι, εἰ τοῦ το εὐθὺς ἐξ ἀρχῆς γενέσθαι προσέταξεν, ἀφέθη ἂν ἐξ ἀρχῆς ὁ λαός. Ἐπειδὴ δὲ τῇ συ νήθει μακροθυμίᾳ καὶ φιλανθρωπίᾳ χρώμενος σμικρὰς αὐτῷ παιδείας προσήνεγκεν, ἀντέτεινεν ὀνει δίζων . Οὗ δὴ χάριν εἶπεν ὁ τῶν ὅλων θεός· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ», τουτέστιν ἀνεξικακῶν καὶ μακροθυ μῶν. Καὶ γὰρ ἡμεῖς τοῖς συνεχῶς ἁμαρτάνουσιν οἰκέταις εἰώθαμεν λέγειν· Εἰ ἐξ ἀρχῆς ἐπαι δεύθης, οὐκ ἂν ἦσθα τοιοῦτος. Οὕτω καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ τὸν |181 a| δεσπότην ἀντιβολῶν ἔλεγεν· Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπὶ πλεῖστόν φησιν ἐμακροθύμησας, ὁρῶν ἀδεῶς παρανομοῦντας οὐκ ἐπαίδευσας· ἐντεῦθεν ἀντίτυπον καρδίαν ἐσχήκαμεν, διὰ τοῦτο τὴν εὐθεῖαν ὁδὸν κατελίπομεν. Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, 18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων, οἳ σοὶ θεράποντες ἐχρημάτισαν, ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας, ἃς σὸν ὠνόμα σας κλῆρον, καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Τὰ ἄδυτα καὶ ἄψαυστα καὶ μόνοις