1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

135

Ἀσσυρίους δὲ βίᾳ ἀνδραποδίσαντες αὐτὸν ἀπήγαγον. 5Καὶ νῦν τί ὧδέ ἐστε; Τῇ ἐρωτήσει σχηματίζει τὸν λόγον τοῦ γεγενημένου δεικνὺς τὸ παράδοξον· Οὐκ εἰς Αἴγυπτόν φησιν ἀπεληλύθειτε; Πῶς οὖν ἐπανήκατε; Τάδε λέγει κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. Ἐκπλήττεσθέ φησιν ὀλοφυρό μενοι τὴν αἰχμαλωσίαν, ὅτι ἐμὸς λαὸς χρηματίζοντες ὑπεμείνατε ταῦτα. Ἀλλὰ μὴ θαυμάζετε, σκοπήσατε δὲ ὡς δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Οὐχ οὕτως ἀνιαρὸν τὸ ὑμᾶς ἐνδίκως ταῦτα παθεῖν ὡς τὸ ἐμὲ δι' ὑμᾶς βλασφημεῖσθαι καὶ νομίζειν τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν ὑμᾶς ταῦτα ὑπομεμενηκέναι. 6∆ιὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι. Ἡμέραν καλεῖ τὴν τῆς ἀνακλήσεως. Τεύξεσθέ φησι ταύτης οὐ διὰ τὴν ὑμετέραν ἀξίαν ἀλλὰ διὰ τὴν τῶν ἐθνῶν βλασφημίαν. Ἐκείνοις γὰρ δεῖξαι βουλόμενος τὴν ἐμὴν δύναμιν τῆς δουλείας ὑμᾶς ἐλευθερώσω. Αὐτίκα δὲ τοῦτο ποιήσω καὶ ἐπιθήσω τῷ λόγῳ τὸ πέρας. 7Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά. Τοῦτο τυπικῶς μὲν ἐδέξατο πέρας, ἡνίκα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσιν ἀπηγγέλθη τῶν αἰχμαλώτων ἡ ἄφεσις· ἀληθῶς δὲ καὶ κυρίως ἁρμόττει τοῖς ἱεροῖς ἀποστόλοις ἡ προφητεία· τούτων γὰρ ὡραῖοι οἱ πόδες, οὓς αἱ δεσποτικαὶ χεῖρες ἀπένιψάν τε καὶ ἔρρωσαν ὥστε πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τῆς θείας εἰρήνης διαπορθμεῦσαι τὰ εὐαγγέλια καὶ μηνῦσαι τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων τῇ Σιών· Βασι λεύσει σου ὁ θεός. Καὶ ταῦτα ὡσαύτως τοῖς ἱεροῖς μᾶλλον ἀποστόλοις ἁρμόττει· δι' ἐκείνων γὰρ ἡ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνεκηρύχθη βασιλεία. Πρὸ γὰρ ἐκείνων οὐδὲ ἡ αἰσθητὴ Σιὼν ἠθέλησεν ὑπὸ τοῦ θεοῦ βασιλεύεσθαι. 8Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών. Οἱ αὐτοὶ καὶ κηρύττουσι καὶ φυλάττουσι καὶ προξενοῦσι τὴν εὐφροσύνην· αὐτόπται γὰρ ἐγένοντο τοῦ σωτῆρος, ἡνίκα ἐνανθρωπήσας τῇ Σιὼν ἐπεφάνη. Οὕτω δὲ καὶ ὁ μ ακάριος λέγει ∆αυίδ· «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ», καὶ πάλιν· «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών.» 9Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησε κύριος τὸν λαὸν |167 a| αὐτοῦ καὶ ἐλυτρώσατο τὴν Ἱερουσαλήμ. Πάλιν τοῖς ἐρήμοις τῆς Ἱερουσαλὴμ τόπ οις ὑ πισχνεῖται εὐ φρο σύ νην, ἅπερ ἐν τοῖς πρόσθεν πρὸς ταῖς δυσμαῖς εἴρηκε διακεῖσθαι, ἃ καὶ τῷ παραδ είσῳ τοῦ θεοῦ παραβάλλεσθαι ἔφη. Πῶς δὲ ἔσται ταῦτα, διδάσκει· 10Ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψεται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. ∆είξει φησὶ τὴν ἑαυτοῦ δύναμιν ὁ τῶν ὅλων θεὸς πᾶσι τοῖς ἔθν εσιν-βρ αχίονα γὰρ τὴν δύναμιν ὀνομάζει-, καὶ γνώσονται ἅπαντες τῆς σωτηρίας τὸν χορηγόν. 11Ἀπόστητε ἀπόστητε ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς. Τοῖς πεπιστευκόσιν ὁ προφητικὸς διακελεύεται λόγος χωρισθῆναι τῶν ἀπίστων. Ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου. Σκεύη καλεῖ τοὺς τῆς ἐκλογῆς ἠξιωμένους. Οὕτω καὶ τὸν μακάριον ὠνόμασε Παῦλον· τῷ γὰρ Ἀνανίᾳ φησίν· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ.» Καὶ αὐτὸς δὲ ὁ θεῖος ἀπόστολος οὕτω φησίν· «Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν τοιούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Κἀνταῦθα τοίνυν· Οἱ σκεύη ἑαυτούς φησι τοῦ κυρίου κατασκευάσαν τες ἐξέλθετε ταῦτα φέροντες. 12Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύ σεσθε· πορεύσεται γὰρ πρότερον ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ. Ἡνίκα ἔμελλον ἐπιστρατεύειν Ῥωμαῖοι τῇ Ἱερουσαλήμ, ἅπαντες οἱ τὸ κήρυγμα δεξάμενοι εἰς ἑτέρας ἐξεδήμησαν πόλεις· ἐμεμαθήκε σαν γὰρ τὰς καταληψομένας αὐτὴν