1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

15

γάλα καὶ μέλι». Ἀλλ' ὅμως πάσης ἀπολαύσας τῆς ἐπιμελείας ὁ ἀμπελὼν μεμένηκεν ἄκαρπος· ἀκάνθας γὰρ ἀντὶ σταφυλῆς τῷ φυτουργῷ προσήνεγκε καὶ τοιούτῳ στεφάνῳ τὴν δεσποτικὴν ἐταινίωσε κεφαλὴν καὶ ὄξος πάλιν ὡς ἄχρηστος αὐτῷ προσεκόμισεν ἀμπελών. Ταύτην ποιησάμενος τὴν γραφὴν αὐτοὺς ποιεῖται τοὺς ὑπευθύνους κριτὰς καί φησιν· 3Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 4Τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ; ∆ιότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ αὐτὸς δεσπότης πεποίηκεν· τὴν γὰρ τοῦ ἀμπελῶνος παραβολὴν τοῖς Ἰουδαίοις προσενεγκὼν αὐτοὺς κυρίους τῆς ψήφου κατέστησεν. Ἐπήγαγε γάρ· «Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος τοῖς γεωργοῖς ἐκείνοις;» Οὐ μόνον δὲ αἱ ἐρωτήσεις ἀλλήλαις ἐοίκασιν, ἀλλὰ καὶ αὐτὴ τῶν ῥητῶν ἡ διάνοια. Ἐνταῦθα γὰρ λέγει· «Τί ποιήσω τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ;» Ἐν δὲ τοῖς εὐαγγελίοις· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ταύτην κἀνταῦθα κα τὰ τῶν Ἰουδαίων ἐξήνεγκε τὴν ψῆφ ον · 5Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς κατα πάτημα, 6καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Ἐπειδὴ γὰρ παντοδαπὴν αὐτοῦ ποιησά μενος πρόνοιαν ἄχρηστον εἶδον καὶ ἄκαρπον, πάσης λοιπὸν αὐτὸν προμηθείας γυμνώσω καὶ τοῖς πατεῖν καὶ κατεσθίειν βουλομένοις γενήσεται πρόχειρος· οὐκέτι δὲ αὐτῷ τὴν λογικὴν γεωργίαν προσοίσω, ἀλλὰ χερσούμενον καὶ ἀκανθῶν πληρούμενον περιόψομαι· οὐκέτι τῆς προφη τικῆς ἀρδείας τὰ νάματα δέξεται. Νεφέλας γὰρ τοὺς προφήτας καλεῖ ὡς ἐκ τῆς πνευματικῆς θαλάττης τὸν προφητικὸν ἕλκοντας ὑετόν. Εἶτα ἑρμηνεύει τὰ τροπικῶς εἰρημένα· 7Ὁ γὰρ ἀμπελὼν |104 a| κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρω πος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Τῇ κατηγορίᾳ πάσας ὑπέβαλε τὰς φυλάς· οἶκον γὰρ Ἰακὼβ πάντας τοὺς ἐξ ἐκείνου καλεῖ. Τὴν δὲ τοῦ Ἰούδα φυλὴν ὡς καὶ τὴν τῆς ἐπαγγελίας ἔχουσαν εὐλογίαν καὶ τῷ ναῷ κοσμουμένην νεόφυτον ἠγαπημένον ὠνόμασεν. Εἶτα τὴν σταφυλὴν καὶ τὰς ἀκάνθας δήλας ποιεῖ· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. Ἐντεῦθεν ἔστι διαγνῶναι σαφῶς, ὡς κατὰ τοῦ σωτῆρος λυττήσαντες τῆς θείας ἐγυμνώθησαν χάριτος· διὰ γὰρ τῆς κραυγῆς τὴν μανίαν ἐκείνην ἐδήλωσεν. ∆ιδάσκει δὲ καὶ τῶν ἱερῶν εὐαγ γελίων ἡ ἱστορία ὡς ἐπὶ πλεῖστον ἔκραζον ποτὲ μὲν λέγοντες· «Αἶρε αἶρε, σταύρωσον αὐτόν», ποτὲ δέ· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». Καὶ τὴν ἄλλην δὲ αὐτῶν ἀδικίαν ὁ προφήτης θρηνεῖ· 8Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Ἴδιον τοῦτο τὴν πλεονεξίαν νοσούντων· κόρον γὰρ οὐκ ἀνέχονται τοῦ πλούτου λαβεῖν. Οὐ μόνον δὲ αὐτοὺς θρηνεῖ ὁ προφήτης ἀλλὰ καὶ τοῖς ἐπαγομένοις ἐντρέπει· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Τοῦτο γὰρ οὐ κατὰ ἀπόφασιν ἀλλὰ κατ' ἐρώτησιν ἀναγνωστέον. Ταύτην δὲ τὴν διάνοιαν πεποίηκεν ἡμῖν σαφεστέραν ὁ Σύμμαχος· «Ἆρα κατοικηθήσεσθε μόνοι ὑμεῖς ἐν τῇ γῇ;» Εἰ τὰ πελάζοντα βούλεσθε συνάπτειν τοῖς ὑμετέροις, ἀεὶ τοῦτο διατελέσετε δρῶντες; Τί οὖν; φησι, μόνοι τῆς γῆς ἁπάσης δεσπόται γενήσεσθε; Καὶ ποῖον ἐντεῦθεν καρπώσεσθε κέρδος; Ἐντίθησι δὲ αὐτοῖς καὶ δέος ὑποδεικνὺς τὸν κριτήν· 9Ἠκούσθη γάρ φησιν εἰς τὰ ὦτα κυρίου Σαβαὼθ ταῦτα. Οὐδὲν αὐτὸν λανθάνει τῶν γιγνομένων· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην. Ἀπειλεῖ δὲ αὐτοῖς καὶ παντελῆ ἐρημίαν· Ἐὰν γὰρ γένωνται πολλαὶ οἰκίαι, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοι κοῦντες ἐν αὐταῖς. 10Οὗ γὰρ