1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

66

πνεύματι πο λεμοῦντες, λεγέτωσαν ὅτι διὰ τῶν ἀποστόλων ἐν τῇ γῇ τῆς δημιουργίας τετύχηκεν· τοῦτο γὰρ ὁ προφη τικὸς ἐδίδαξε λόγος. Ἀλλὰ δῆλον ὡς οὐ τὸ πνεῦμα λέγει ἐν τῇ γῇ γεγενῆσθαι ἀλλὰ τὴν διὰ τοῦ πνεύματος σωτηρίαν ἐν τῇ γῇ τοῖς ἀνθρώποις παρασχεθῆναι. Οὐ πεσούμεθα, κἂν μυριάκις πολεμηθῶμεν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι.» Ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες τὴν γῆν, οἱ τὰ γήινα φρο νοῦντες, οἱ ὡς μένουσι θαρροῦντες τοῖς ῥέουσιν. Ἡμεῖς δὲ προσμένομεν τῶν νεκρῶν τὴν ἀνάστασιν· 19Ἀναστήσονται γὰρ οἱ νεκροί σου, καὶ ἐξεγερθήςονται οἱ ἐν τοῖς μνή μασιν, ἐξυπνισθήσονται καὶ εὐφρανθήσονται οἱ ἡσυχάζον τες ἐν τῇ γῇ. Ταῦτα καὶ ὁ κύριος ἔφη ὅτι «ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.» Ἀκο λούθως μέντοι τὸ ἐξυπνισθήσονται τέθεικεν ὁ προφήτης δεικνὺς ὕπνον ὄντα τὸν θάνατον. Εἶτα διδάσκει τὸν τῆς ἀναβι ώ σεως τρόπον· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ὥσπερ γὰρ ὁ ὑετὸς ζωοποιεῖ τὰ καταχω σθέντα καὶ οἱονεὶ ταφέντα σπέρματα, οὕτως ὁ σὸς λόγος οἷόν τις δρόσος ἀνίστησι τῶν ἀνθρώπων τὴν φύσιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Τὸ γήινον αὐτῶν καταλυθήσεται φρόνημα. Ταῦτα μὲν οὖν ὁ προφήτης εἴρηκεν ὕμνον ὑφαίνων τῷ τῶν ὅλων θεῷ. Αὐτὸς δὲ ὁ δεσπότης τοῖς εἰς αὐτὸν πεπιστευκόσι παρεγγυᾷ ὥσπερ ἔν τισι ταμιείοις τῇ πίστει τῶν κηρυγμάτων καὶ τῇ ἐλπίδι τῶν μελλόντων κατακρυβῆναι καὶ διαφυγεῖν τὸν τοῖς ἄλλοις ἀνθρώποις ἐπιφερόμενον ὄλεθρον· 20Βάδιζε γάρ φησι λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκ λεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον. Ἀντὶ τοῦ πρὸς μικρόν. Ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου. 21Ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ἐπισκέψασθαι τὴν ἀνομίαν τῶν κατοικούντων τὴν γῆν κατ' αὐτῶν. Ταῦτα εὑρί σκομεν τὸν κύριον τοῖς ἱεροῖς ἀποστόλοις παρεγγυήσαντα· «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρα τοπέδων τὴν Ἱερουσαλήμ, γινώςκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ κατα βάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.» Προλέγει δὲ αὐτοῖς, ἵνα διαφύγωσι τὸν ἐπιφερόμενον τοῖς ἀπιστήσασιν ὄλεθρον. Ὁ μέντοι προφήτης καὶ τὴν αἰτίαν |133 a| διδάσκει τῆς τιμωρίας· Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους ἔτι. Καὶ ἐπὶ τοῦ Ἄβελ ὁ θεὸς εἴρηκεν· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς», καὶ νῦν τὸ δεσποτ ικόν φησιν αἷμα οὐκ ἀνέχεται κατακρύψαι ἡ γῆ ἀλλὰ τοῦτο δείκνυσι τῆς μανίας κατηγοροῦσα. ∆ι ὰ τοῦτο οὐδὲ τοὺς μιαιφόνους ἀναιρουμένους ὑποδέξεται θαπτομένους ἀλλὰ προθήσ ει αὐτοὺς βορὰν οἰωνοῖς καὶ θηρίοις. 271Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν, καὶ ἀνελεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Μάχαιραν θεοῦ καλεῖ τὸν τιμωρητικὸν λόγον, δράκοντα δὲ ὄφιν σκολιὸν φεύγοντα ἐν τῇ θαλάττῃ διαιτώμενον τὸν διὰ τοῦ πρώτου ὄφεως ἐνεργήσαντα λέγει. Οὗτος γὰρ ἔφυγε τὴν τοῦ σωτῆρος μεμαθηκὼς ἐπιφάνειαν καὶ ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Οὗτος τῆς εὐθείας ἀποτρέπων ὁδοῦ εἰς τὰς πολυελίκτους τῆς κακίας ἀτραποὺς τοὺς ἀνθρώπους ἀποπλανᾷ· οὗτος ἐν τῇ τῶν Ἁλῶν πάλαι Θαλάττῃ διῆγε, πικρὰ καὶ ἄποτα ταύτης κατασκευάζων τὰ ὕδατα· ἀλλὰ διὰ τοῦ ξύλου τοῦ σταυροῦ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι εἰς γλυκεῖαν ταῦτα μεταβαλόντες ποιότητα ἐξήλασαν τοῦτον καὶ διεκώλυσαν ἐμβαλεῖν τὸν οἰκεῖον ἰόν, μᾶλλον δὲ ἔλαβον «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Ταύτης τῆς μαχαίρας καὶ ὁ μακάριος Παῦλος μέμνηται. Τὴν γὰρ ἄλλην