1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

71

τῶν δέκα φυλῶν καταλύειν τὴν ∆αυιτικὴν βασι λείαν, τὸ ἄμαχον αὐτῆς ὑποδείκνυσι καὶ τὸν ἐκεῖθεν δίχα χειρῶν τμηθησόμενον προθεσπί ζει λίθον, ὃς ἐγένετο ὄρος μέγα καὶ τὴν οἰκουμένην ἐκάλυψεν. 17Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, τὴν δὲ ἐλεημοσύνην μου εἰς σταθμούς. Τοῦτο ὁ Σύμμαχος οὕτω ἡρμήνευσεν· «Καὶ θήσω κρίμα εἰς σπαρτίον καὶ δικαιοσύνην εἰς διαβήτην.» Ἀντὶ τοῦ· ∆ικαίαν κατὰ τῶν ἀντιλεγόντων ἐξοίσω ψῆφον. Καὶ γὰρ ὁ |135 a| διαβήτης ἴσην δείκνυσι τῶν λίθων τὴν ἐπιφάνειαν, καὶ ἡ σπάρτος διευθύνει τῆς οἰκο δομίας τοὺς σταθμούς. ∆ιὰ τούτων τοίνυν ἔδειξε τῆς ψήφου τὸ δίκαιον. Ἐντεῦθεν καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν νοήσωμεν· ἐλ πί δα φησὶ δικαίαν κρίσιν καὶ ἐλεημοσύνην τῷ δικαίῳ συγκεκραμένην. Καὶ γὰρ ὁ τῆς θύρας σταθμὸς διὰ τῶν οἰκο δομικῶν ὀργάνων ἐδέξατο τὴν εὐθύτητα. Καὶ οἱ πεποιθότες μάτην ψευδεῖς· ὅτι οὐ μὴ παρέλθῃ ἡμᾶς καταιγίς, 18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἐλπὶς ὑμῶν πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα· 19ὅταν ἐπέλθῃ, λήψεται ὑμᾶς. Καὶ ταῦτα οὕτως ὁ Σύμμαχος τέθεικεν· «Καὶ ὁ προμαχὼν ὁ διὰ τὴν χάλαζαν, ἡ πεποί θησις ἡ ψευδὴς καὶ ἡ σκέπη ἡ διὰ τὸ ὕδωρ ἐπικλύσει· καὶ ἐξαλειφθήσεται ἡ συνθήκη ὑμῶν ἡ πρὸς τὸν θάνατον καὶ ἡ προσφυγὴ ὑμῶν ἡ πρὸς τὸν ᾅδην.» Οὐδὲν ὑμᾶς φησιν ἀπαλλάξει τῶν ἐπιφ ερο μένων δεινῶν, ἀλλ' ἐλεγχθήσεται τῆς ἐλπίδος ὑμῶν τὸ μάταιον. Ὅτι πρωὶ πρωὶ παρελεύσεται, ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Πρωὶ πρωὶ τὴν ταχύτητα λέγει καὶ προλέγει τὰ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐπενεχθησόμενα αὐτοῖς κακά. Μάθετε ἀκούειν 20στενοχωρούμενοι. ∆ι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων μετὰ κατ ανύ ξεως τὸν προφητικὸν ἐπαι νεῖ<ν> λόγον. Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. 21Ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν ἀναστήσεται κύριος <ὡς> ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργα. Ἱστορίας ἡμᾶς ἀνέμνησεν· τοῦ μακαρίου γὰρ Ἰησοῦ τοῦ Ναυὴ στρατη γοῦντος καὶ τοῖς πέντε βασι λεῦσι πολεμοῦντος, οἳ κατὰ τῶν Γαβαωνιτῶν ἐπεστράτευσαν, ἐπήμυνε προφανῶς καὶ αὐτὸς ὁ τῶν ὅλων θεὸς νι φάδας λίθων χαλάζης ἄνωθεν κατ' αὐτῶν σφενδονήσας. Οὕτως φησὶ καὶ νῦν δείξει τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν. Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Οὐκέτι γὰρ ὑμῶν ὡς οἰκείου προμηθεῖται λαοῦ, ἀλλ' ὡς κατ' ἐκείνων τῶν παντάπασιν αὐτὸν ἠγνοη κότων χρήσεται καθ' ὑμῶν τῷ θυμῷ. 22Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχύσουσιν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου Σαβαὼθ ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. ∆εσμοὺς τὸ θράσος ἐκάλεσεν. Παρεγγυᾷ δὲ αὐτοῖς μὴ εὐφραίνεσθαι μηδὲ τῇ οἰκείᾳ δυνάμει θαρρεῖν· ἃ γὰρ προεῖπον, παρὰ τοῦ τῶν ὅλων θεοῦ ἀκήκοα· ἀψευδὴς δὲ ὁ θεῖος λόγος. 23Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἄνθρωπος ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπόρον προετοιμάσει πρὸ τοῦ ἐργάσαι τὴν γῆν αὐτοῦ; 25Καὶ ὅταν αὐτῆς ὁμαλίσῃ τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ κέγχρον καὶ ζειὰν ἐν τοῖς ὁρίοις σου. Ἀπειλήσας ταῖς δέκα φυλαῖς τὴν τιμω ρίαν πρὸς τοὺς τὴν Ἱερουσαλὴμ κατοικοῦντας μεταφέρει τὸν λόγον καὶ παρακελεύεται αὐτοῖς προθύμως τῆς προ φ ητείας ἀκούειν καὶ δείκνυσι τὸν μὲν γεωργὸν οὐκ ἀεὶ γεωργοῦντα αὐτῶν τὰς ψυχὰς καὶ κατασπείροντα. Με λάν θιον καὶ κύμινον αὐτοὺς καλεῖ, τὰ δὲ ἄλλα σπέρματα τοὺς ἄλλους ἀνθρώπους. Ὥσπερ γὰρ ὁ ἐκ πυρῶν καὶ κριθῶν καὶ ζειῶν ἄρτος τὸ κύμινον δεχόμενος καὶ τὸ μελάνθιον ἡδίων γίνεται, οὕτω διὰ τούτων τοῖς ἄλλοις ἔθνεσιν ὁ θεὸς τὴν ὠφέλειαν ἐπόριζεν. ∆ιὰ τοῦτο καὶ τοὺς ἱεροὺς ἀποστό λους ἅλας ὠνόμασεν, δηλονότι τοὺς ἄλλους ἀνθρώπους σῖτον κ εκληκώς . Τοῦτο δὲ καὶ ἐν τοῖς ἐφεξῆς διδάσκει σαφέστερον· 26Καὶ παιδευθήσῃ κρίματι θεοῦ καὶ εὐφραν θήσῃ. Σέ φησι πατρικῶς, παιδεύσω, οὐ