1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

140

πνεύματι ἐκάλεσέ <σε> κύριος», ὁ δὲ Σύμμαχος οὕτως· «Ὡς γὰρ γυναῖκα ἐγκαταλελειμ μένην καὶ κατώδυνον πνεύματι ἐκάλεσέ <σε> κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀποστῇ.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέστη τοῦ θεοῦ τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' ὅμως αὐτὴν πάλιν ἀνεκαλέσατο· τοῦτο γὰρ καὶ ὁ προφητικὸς ἔφη λόγος · Εἶπεν ὁ θεός· 7Χρόνον μικρὸν κατέλιπόν σε καὶ μετ' ἐλέου μεγάλου ἐλεήσω σε, 8ἐν θυμῷ μικρῷ ἀπέ στρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε. Μικρὸν ἔφη τὸν τῆς ἐγκαταλείψεως χρόνον , τοῖς ἀπεί ροις αἰῶσι τοῦτον παραμετρῶν. Εἶπεν ὁ ῥυσάμενός σε κύριος· 9Ἀπὸ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· καθότι ὤμοσα αὐτῇ ἐν τῷ καιρῷ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἔτι ἐπ' αὐτῇ μηδὲ ἀπειλῇ μου 10τὰ ὅρια αὐτῆς μεταστῆσαι, οὐδὲ οἱ βουνοὶ αὐτῆς μετακινηθήσονται, οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη μου οὐ μὴ μεταστῇ. Ἀναμνή σθητί φησι τῶν γεγενημένων μοι συνθηκ ῶν πρὸς τὸν Νῶε καὶ βλέπε τούτων τὸ ἀληθές· ἐπαγγειλάμενος γὰρ μηκέτι τοιαύτῃ πανωλε θρίᾳ παρα δώσειν τὴν γῆν, ἅπερ ὑπεσχόμην πεπλήρωκα. Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν διαθή κην πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ, καὶ βεβαίαν σοι τὴν εἰρ ήνην φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον. Εἶπε γὰρ κύριος ἵλεώς σοι· 11Ταπεινὴ |169 b| καὶ ἀκατά στατος οὐ παρεκλήθης. Ὁ δὲ Σύμμαχος οὕτως· «Εἶπεν ὁ οἰκτείρων σε κύριος· Ταπεινή, καταιγισθεῖσα, μὴ παρη γορημένη.» Ἵλεώς σοι γεγένημαι· εἶδον γάρ σε πεπλανη μένην καὶ τῇδε κἀκεῖσε καθάπερ ὑπό τινων καταιγίδων τῶν τῆς ἀπάτης πνευμάτων †περικειμένην καὶ ἀκατάστατον ἔχουσαν τὴν γνώμην. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον 12καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Τὸ εὐσεβὲς πολίτευμα πόλιν καλεῖ. ∆ιά φορα δὲ τῶν ἁγίων τὰ κατορθώματα, ἀρεστὰ δὲ ὅμως ἅπαντα τῷ θεῷ· οὗ δὴ χάριν καὶ ἅπ αντας λίθους ὀνομάζει τιμίους, εἰ καὶ διάφορον ἔχουσι τὴν ἰδέαν. Ἄνθρακα δὲ ὑποληπτέον τὸν περὶ τὸν θεὸν διάπυρον ἔρωτα· σάπφειρον δὲ τὸν τὴν ἀρετὴν κατακρύπτοντα, βαθεῖα γὰρ ἡ τοῦ σαπ φείρ ου χροιά· ἴασπιν δέ, ἢ «καρχηδόνιον» κατὰ τὸν Σύμμαχον, τὸ λαμπρὸν τῆς θαυματουργίας ὀνο μά ζεσθαι νομίζω. ∆ιὰ τοῦτο καὶ τὰς ἐπάλξεις ἐκ τούτου προλέγει οἰκοδομηθήσεσθαι, ἐκ δὲ τῆς σαπφείρου τὰ θεμέλια, τὰς δὲ πύλας ἐκ κρυστάλλου· σαφοῦς γὰρ τοῖς εἰσαγομένοις διδασκα λί ας δεῖ. Ταῦτα μὲν οὖν περὶ τῶν τῆς ἐκκλησίας ἡγεμόνων ἔφη, οὓς καὶ θεμέλια καὶ ἐπάλ ξεις καὶ πύλας ὠνόμασεν· καὶ ὁ λοιπὸς δὲ τῶν πιστῶν ὅμιλος ἐκλεκτὸς προσηγορεύθη, ἅπαντα γάρ σού φησι τὸν περίβολον ἐκ πολυτίμων καὶ ἐκλεκτῶν δομήσομαι λίθων. Εἶτα τὸ τροπικὸν καταλιπὼν σχῆ μα ἐπὶ τὸ σαφέστερον τὸν λόγον μετήνεγκεν· 13καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, 14καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ἔδειξας <...> λίθους τὰ τῆς ἀρετῆς εἴδη τροπικῶς προσηγόρευσεν. Εἰρήν ην δὲ ἐνταῦθα τὴν πρὸς θεὸν ὑπισχνεῖται. Ταύτης τῆς οἰκοδομίας καὶ ὁ μακάριος μέμνηται Παῦλος, λέγ ει δὲ οὕτως· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ, ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Ἄπεχε ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ταύτης ἀπο λαύσασα τῆς εὐεργεσίας μὴ γένῃ περὶ τὸν εὐεργέτην ἀχάριστος· οὕτω γὰρ κρείττων ἔσῃ τῶν πολεμούντων. 15Ἰδοὺ προσήλυτοι προσελεύσονται δι' ἐμὲ καὶ παροική σουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται. Προσηλύτους καλεῖ τοὺς καθ' ἑκάστην ὡς ἔπος εἰπεῖν ἡμέραν ἐκ τῶν ἐθνῶν ἀγρευομένους καὶ τῷ θείῳ προσιόντας βαπτίσματι. Καὶ ταύτης τοίνυν τῆς προφητείας ὁρῶμεν τὸ τέλος. Εἶτα δι δάσκει τῆς νέας δημιουργίας τὸν τρόπον·