1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

64

πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καὶ τῆς ἁμάξης δὲ τῆς τὴν ἅ λωνα λεπτυνούσης σαφέστερον ἡμᾶς ἐν ἑτέρῳ χωρίῳ ὁ αὐτὸς προφήτης ἐδίδαξε τὴν διάνοιαν· «Ἰδοὺ» γάρ φησιν «ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς.» Καὶ ὁ νηχόμενος δὲ ἄλλο μὲν οὐδὲν ἐρ γάζεται, προμηθεῖται δὲ τῆς ἑαυτοῦ σωτηρίας· οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως τὴν ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον. Ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, οὕτως ταπεινωθήσεται <καὶ ταπεινωθήσεται> τὸ ὕψος αὐτοῦ, ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν· 12καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσονται ἕως τοῦ ἐδάφους ἕως κόνεως. Ἐταπείνωσεν αὐτ ῶν τὴν φύσιν ἀποστήσας τοῦ ποιητοῦ καὶ τῆς πλάνης τὰς ἀτραποὺς ὑποδείξας. Ταπεινωθήσεται δὲ ἐπαιρ όμενος καὶ ἐλεγχθήσε ται δαίμων ὢν πονηρὸς ἀλλ' οὐ θεός. Τοῦτο γὰρ εἶπεν· ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν· ἥρπασε γὰρ τὸ μὴ προσῆκον ὄνομα. Καταφυγὴν δὲ τοῦ τοίχου αὐτοῦ καλεῖ τοὺς ὑπ' αὐτοῦ πλανηθέντας· καὶ γὰρ αὐτοὶ τιμωρίᾳ παραδοθήσονται κατὰ τὴν τοῦ κυρίου φωνήν· «Πορεύεσθε» γάρ φησιν «οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 261Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ τῆς γῆς Ἰούδα λέγοντες· Ἰδοὺ πόλις ἰσχυρά, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. 2Ἀνοίξατε πύλας, εἰσελθέτω δίκαιος λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν, 3ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων |132 a| εἰρήνην τελείαν, ὅτι ἐπὶ σοὶ 4ἠλπίσαμεν κύριε ἕως τοῦ αἰῶνος. Ὅτι ὁ θεῖος ἀπόστολος οὐ μόνον τὸν ἐν τῷ φανερῷ ἀλλὰ καὶ τὸν ἐν τῷ κρυπτῷ οἶδεν Ἰουδαῖον, σαφῶς μεμα θήκαμεν. ∆ιδάσκει τοίνυν ὡς τῶν εὐσεβῶν ὁ χορὸς ὁρῶν τὴν τῶν πολεμίων κατάλυσιν ἀνυμνεῖ τὸν εὐεργέτην θεὸν καὶ τῆς εὐσεβοῦς πολιτείας τὸ ἄμαχον δείκνυσι παρακαλεῖ δὲ καὶ τὰς ἐπουρανίους ἀνοιγῆναι πύλας τῷ τῆς δικαιοσύνης τροφίμῳ λαῷ τῷ καὶ τὴν περὶ ἀνθρώπους δικαιοσύνην καὶ τῶν θείων δογμάτων φυλάξαντι τὴν ἀλήθειαν καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην ἐντελῶς κτησαμένῳ καὶ ἐπὶ τῆς εἰς αὐτὸν ἐλπίδος βεβαίως ἐρηρεισμένῳ. Ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, 5ὃς ταπεινώσας κατήγαγες τοὺς κατοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους, 6καὶ πατήσουσιν αὐτὰς πόδες πραέων καὶ ταπεινῶν ἴχνη. Τοῦτο καὶ ἡ ἁγία παρθένος ὑμνοῦσα ἔλεγεν· «Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς.» Οὗτος καὶ τῶν κατὰ τῆς εὐσεβείας μαινομένων πόλεων τὸ θεομάχον φρόνημα καταλύσας τοῖς ἀποστολικοῖς αὐτὰς ὑπέταξεν ἴχνεσι καὶ τοῖς τὴν ἐκείνων διδασκαλίαν ἐκδεξαμένοις. 7Ὁδὸς εὐσεβῶν εὐθεῖα, τρίβος εὐσεβῶν <εὐθεῖα>, εὐθεῖα ἐγένετο ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρασκευασμένη· 8ἡ γὰρ ὁδὸς τοῦ κυρίου κρίσις. Ἄνωθεν ταύτην τὴν ὁδὸν ὁ θεὸς τοῖς ἀνθρώποις ὑπέδειξεν. Τοῦτο δὲ καὶ ὁ λόγος ᾐνίξατο· Εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρεσκευασμένη. Οὗ δὴ χάριν καὶ διὰ τοῦ Νόμου διδάσκει· «Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ ἢ ἀριστερά.» Ταύτην οἱ τῆς εὐσεβείας ὥδευσαν τρόφιμοι. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν ἐπιθυμίᾳ ψυχῆς. Πάσης μνήμης ἀγαθῆς ἀξιεραστοτέρα ἡμῖν ἡ τοῦ ὀνόματος μνήμη. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου ∆αυὶδ εἰρημένα· «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην», καὶ πάλιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον.» Ἐπειδὴ δὲ πολλοῖς ὕστερον χρόνοις ταῦτα ἔμελλεν ἔσεσθαι, διδάσκει ὁ προφήτης πόθεν ταῦτα μεμάθηκεν· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καιρόν, ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν. Ἡμέρα γὰρ ἡ τῆς θεογνωσίας ἀνατολή. Καὶ γὰρ αὐτὸς ὁ κύριος «φῶς ἀληθινὸν» καὶ ἥλιος δικαιοσύνης ὠνόμασται. Λέγει τοίνυν ὁ προφήτης ὅτι ἔτι νυκτὸς οὔσης ὑπὸ τοῦ σοῦ φωτιζόμενος πνεύματος τῆς σῆς ἡμέρας τὸν