1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

170

«τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης μετὰ τῶν ἐκλεκτῶν ἀγγέλων», καὶ πάλιν· «Φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Σκοτισθήσεται γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου.» Τὸν μέντοι ἀποσκορακισμὸν «ἐπιτίμησιν» ἐκάλεσαν οἱ Λοιποί. 16Ἐν γὰρ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει», καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος· «Πᾶς γὰρ πυρὶ ἁλισθήσεται.» Καὶ γὰρ τὸν χρυσὸν τὸν δόκιμόν τε καὶ κίβδηλον τὸ πῦρ δοκιμάζει. Ῥομφαίαν δὲ καλεῖ τὴν τιμωρητικὴν ἐνέργειαν. Οὕτω καὶ ὁ θεῖ ος ἔφη ∆αυίδ· «Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ», καὶ ὁ θεσπέσ ιος ∆ανιήλ· «Ποταμὸς πυρὸς πορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ.» Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου 17οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις· οἱ ἐσθίοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, λέγει κύριος, 18καὶ ἐγὼ τὸν λογισμὸν αὐτῶν καὶ τὰ ἔργα αὐτῶν ἐπίσταμαι καὶ ἀντα ποδώσω αὐτοῖς. Τραυματίας καλεῖ τοὺς τῇ πονηρίᾳ παρα δεδομένους, ἁγνιζομένους δὲ καὶ καθαριζομένους ἐν κήποις καὶ ἐν προθύροις τοὺς ἀπολουσμοῖς κεχρημένους. ∆ιδάσκει δὲ ὡς καὶ τῆς κατὰ νόμον λατρείας εὐθύνας ἀπαιτήσει τοὺς πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ὑπ' ἐκείνῳ γεγενημένους. Τούτου χάριν καὶ κρεῶν ὑείων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν νόμον ἀπηγορευμένων ἐμνήσθη. Ἀπαιτῶ δὲ αὐτοὺς τούτων φησὶν εὐθύνας, ἐπει δὴ τὸν σκοπὸν αὐτῶν ἀκριβῶς ἐπίσταμαι· ὡς γὰρ τῶν ἐμῶν προσταγμάτων |185 a| καταφρονοῦντες τὰ νενομοθετημένα παρέβαινον. Ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, 19καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον. Σαφῶς δεδήλωκεν ὡς οὐ μόνης τῆς Ἰουδαίων ἕνεκα σωτηρίας ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν ἀλλὰ πᾶσι τοῖς ἔθνεσι τὴν σωτηρίαν ὀρέγων. Σημεῖον δὲ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸν τύπον. Καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη· εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, αἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσιν. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ δεσπότης ἔφη· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐπ' ἐκείνων ἡ προκειμένη προφητεία τὸ πέρας ἐδέξατο· ἐκεῖνοι γὰρ ἅπασι τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν κήρυγμα. Θαρσὶς δὲ καλεῖ τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης μητρόπολιν, καὶ Φοὺδ αὐτὸ ἅπαν τῶν Λιβύων τὸ ἔθνος, Λοὺδ δὲ Λυδοὺς καὶ Μοσὸχ Καππαδόκας καὶ Θοβὲλ Ἴβηρας, λέγει δὲ καὶ τὴν Ἑλλάδα καὶ τὰς νήσους καὶ διὰ τούτων πάντα τὰ ἔθνη τὰ μήτε ἐγνωκότα τὸν τῶν ὅλων θεὸν μήτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότα. Οὗτοι δέ φησιν ἄξουσι τούτους παρ' ἐμοῦ πεμπόμενοι· 20Ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον τῷ θεῷ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδείων εἰς τὴν ἁγίαν πόλιν εἰς Ἱερουσαλήμ, εἶπε κύριος, ὡς ἂν εἰσενέγκοιεν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου· 21καὶ ἀπ' αὐτῶν λήψομαί μοι ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. Ἀδελφοὺς αὐτῶν καλεῖ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας διὰ τὸ ὁμοφυὲς τῆς φύσεως. Ἦσαν δὲ καὶ ἐν τοῖς ἔθνεσιν Ἰουδαῖοι, καὶ ἐξ ἐθνῶν πλεῖστος ἐπίστευσεν ὅμιλος. Ἐκ τούτων ἦν Κρῖσπος ὁ ἀρχισυνάγωγος καὶ Σωσθένης πάλιν ἀρχισυνάγωγος, οἳ τῆς τοῦ θεσπεσίου Παύλου διδασκαλίας ἀπήλαυσαν, καὶ ἄλλοι δὲ μυρίοι ἔν τε Ἀντιοχίᾳ τῆς Πισιδίας καὶ Ἰκονίῳ καὶ Λύστροις κἀν ταῖς ἄλλαις πόλεσιν, οἳ τὴν σωτήριον διδασκαλίαν ἐδέξαντο. Τούτους οἷόν τινα δῶρα τῷ θεῷ τῶν ὅλων προσήνεγκαν οἱ θεῖοι ἀπόστολοι μετά τινος ἀρρήτου τιμ ῆς . ∆ιὰ γὰρ δὴ τῶν ἵππων καὶ τῶν λαμπηνῶν καὶ τῶν σκιαδείων