1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

111

εὐεργέτην ὑμνήσουσιν. Θυγατέρας δὲ στρουθῶν οἱ Λοιποὶ «στρουθοκαμήλους» ἡρμήνευσαν. Τοῦτο δὲ τὸ ζῷον πεζὸν μέν ἐστι, μετέχει δὲ ὅμως καὶ τῆς πτηνῆς φύσεως. Τοιοῦτοι δέ εἰσιν οἱ ἐν λόγοις τὸν βίον ποιούμενοι καὶ πρὸς γῆν κεχηνότες. Ἀλλ' ὅμως καὶ τούτοις ὁ λόγος ὑπισχνεῖται μεταβολήν· Ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, 21τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι. Γένος αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἔλαβε φύσιν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, πλησιέστερον δὲ τῶν Ἰουδαίων τὸ ἔθνος· πρόδηλον γάρ φησιν ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν Ἰησοῦς. 23Οὐ νῦν ἐκάλεσά σε Ἰακώβ. Ἄνωθέν φησιν· «Ἐξελεξάμην σε.» Οὐ γὰρ νῦν σε μετὰ τῶν ἄλλων ἐθνῶν τῆς σωτηρίου ἠξίωσα κλήσεως . Οὐδὲ κοπιᾶσαι ἐποίησά σε Ἰσραήλ, 23οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου. Τοῖς γὰρ εἰδώλοις ταῦτα προσέφερες. Οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Ἐπεισάκτου γὰρ οὐ δέομαι δόξης. Οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, 24οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ταῦτα ἐν τοῖς προοιμίοις τῆσδε τῆς προφητείας ἐξέβαλεν ὁ δεσπότης. Ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. ∆ιὰ γὰρ τῆς παρανομίας ἐπεσπάσω τὴν τιμωρίαν, ἐγὼ δὲ σοῦ πᾶσαν ἐποιούμην κηδεμονί αν . 25Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μνησθήσομαι. Τὸ ἐμαυτῷ ἁρμόττον ποιῶ καὶ φιλάνθρωπος ὢν ἐλέῳ χρῶμαι καὶ οὐχ ἁπλῶς ἀφίημι τ ὰς ἁμαρτίας ἀλλὰ καὶ αὐτὰς τὰς τούτων ἐξαλείφω κηλῖδας καὶ λήθῃ τὴν τούτων παραδίδωμι μνή μην. 26Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν ἅμα. Σύ φησι τῶν ἐπται σμένων μὴ ἐπιλάθῃ ἀλλ' ἀσ φαλῶς ἔχε τὴν τούτων μνήμην, ἵνα γινώσκῃς ἀεὶ τῆς εὐεργεσίας τὸ μέγεθος καὶ φύγῃς τῶν ὁ μοίων τὴν πρᾶξιν. Ἐπειδὴ δὲ κρίσεως ἀνέμνησε καὶ φόβον εἰκότως ἀνέθηκε, διδάσκει τοὺς ὑπ ευθύ νους τῆς νίκης τὸν τρόπον· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐ βούλομαί φησι νικῆσαί σε ἀλλὰ τὴν ἧτταν ἀσπάζομαι. Μάθε πῶς οἷόν τέ σε νικῆσαι, ὁμολόγησ ον π ρό τερον τὰ ἐπταισμένα, κἀγώ σοι τῆς συγγνώμης ὀρέγω τὴν ψῆφον· ἐὰν κρύψῃς ἐλέγξω, ἐ ὰν ὁμολογήσῃς ἀπαλείψω. Εἶτα ὁ κριτὴς ὑπὲρ τῆς γεγενημένης τιμωρίας ἀπολογίαν πρ οσ φέρει· 27Οἱ πατέρες ὑμῶν πρῶτοι ἥμαρτον καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, 28καὶ ἐμίαναν οἱ ἄρχοντές σου τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. Πρὸς τοὺς ἐν Βαβυλῶνι ταῦτα εἴρηκεν. Οὐκ ἐγώ φησι τούτων αἴτιος τῶν συμφορῶν ἀλλ' οἱ πατέρες ὑμῶν καὶ οἱ ἱερεῖς ὑμῶν τοὺς ἐμοὺς παραβεβηκότες νόμους· διὰ γὰρ τὴν ἐκείνων παρανομίαν ἐπονείδιστος γέγονεν ὁ πολυθρύλητος Ἰσραήλ. 441Νῦν δὲ ἄκουσον Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην· 2οὕτως λέγει κύριος ὁ θεός σου ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ βοηθήσω σοι. Συνεχῶς καὶ τῆς δημιουργίας καὶ τῆς μετὰ τὴν δημιουργίαν ἀναμιμ νῄσκει προμηθείας. Μὴ φοβοῦ παῖς μου Ἰακὼβ καὶ ὁ ἠγα πημένος Ἰσραὴλ ὃν ἐξελεξάμην, 3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις <ἐν ἀνύδρῳ>. Οὐ μόνον σύ φησι τῶν ἐμῶν ἀπολαύσεις ἀγαθῶν, ἀλλὰ καὶ τὰ ἄνυδρα ἔθνη διὰ τῶν σῶν ἀπογόνων πίεται τὰ σωτήρια νάματα. ∆ηλοῖ δὲ τοῦτο σαφέστερον τὰ ἐπαγόμενα· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Πρὸς τοὺς ἐν Βαβυλῶνι διαλεγόμενος ὑπισχνεῖ ται οὐκ αὐτοῖς δώσειν τὴν |154 b| χάριν τοῦ πνεύματος ἀλλὰ τοῖς ἐκείνων ἀπογόνοις. Τοῦτο δὲ καὶ δι' Ἰωὴλ τοῦ προφήτου ἐθέσπισεν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν.» Τοῦτο δὲ καὶ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς τετύχηκε πέρατος, ἡνίκα τῶν ἱερῶν συνειλεγμένων ἀποστόλων ἐπεφοί τησεν ἡ χάρις τοῦ πνεύματος καὶ ἐλάλουν «ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι». Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος, ὑποσχόμενος δώσειν