1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

88

Ἔδειξε τὰ μὲν αὐτοῖς παντε λῶς καὶ εἰς τὸν αἰῶνα ἠρημωμένα, τὰ δὲ ἐπὶ πλεῖστον ἀοίκητα μένοντα. Καὶ μαρτυρεῖ τὰ ὁρώμενα τῇ προφητείᾳ· ἐνίων μὲν γὰρ κωμῶν καὶ πόλεων οὐδὲ τὰ ἴχνη ὁρᾶται, τὰ δέ γε οἰκούμενα ὀλιγοστοὺς οἰκήτορας ἔχει. 11Καὶ κατοικήσει ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ. Τοῖς ἐρημοτέροις ἐμφιλοχωρεῖ ταῦτα χωρίοις. Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου. Οἱ δὲ Ἄλλοι Ἑρμηνευταὶ οὕτω τοῦτο τεθείκασιν· «Καὶ ἐκταθήσεται ἐπ' αὐτὴν μέτρον γεωμέτρου καὶ λίθοι συγχύσεως.» Τὸ μέτρον σημαίνει τῆς τιμωρίας τὸ δίκαιον· «Ὧ μέτρῳ» γάρ φησι «μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἡ δὲ σύγχυσις τῶν λίθων δηλοῖ τῶν οἰκοδομῶν τὴν κατάλυσιν. Καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Καὶ ἤδη προειρήκαμεν ὡς τῇ συνηθείᾳ τῶν ἀνθρώπων ὁ προφητικὸς λόγος κέχρηται καὶ ἀπὸ τῶν παρὰ ἀνθρώποις πολιτευομένων ὀνομάτων προσαγορεύει τοὺς δαίμονας· καλεῖ τοίνυν ὀνοκενταύρους τὰς παρά τινων ὀνοσκελίδας καλουμένας. Τοῦτο εὑρίσκομεν καὶ ἐπὶ τῶν ἀστέρων ποιοῦσαν τὴν θείαν γραφήν· καὶ κα λεῖ τὸν μὲν Ὠρίωνα, τὴν δὲ Πλειάδα καὶ τὸν μὲν Ἀρκτοῦρον, τὸν δὲ Ἕσπερον, οὐκαὐτὴ τὰς προσηγορίας ἐπ ιθεῖσα ἀλλὰ ταῖς τῶν ἀνθρώπων ὀνομασίαις ἀκολουθοῦσα εἰς δήλωσιν τῶν λεγομένων. Εἶτα διδάσκει καὶ τῶν β ασιλέων καὶ τῶν ἀρχόντων τὸν ὄλεθρον καὶ ὅτι ἀκάνθινα ξύλα αἱ πόλεις βλαστήσουσι διὰ τὴν πολλὴν τῶν οἰκητόρων. 13Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν, 14καὶ συναντήσεται δαιμόνια <ὀνοκενταύροις, καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται> ὀνοκένταυροι, εὗρον γὰρ ἑαυτοῖς ἀνά παυσιν· 15ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀςφαλείας. ∆ιὰ πάντων τῶν εἰρημένων τὴν πολλὴν ἐρημίαν δεδήλωκεν. Οὕτω γάρ φησι στερηθήσεται τῶν ἐνοικούντων, ὡς ἀδεῶς τοὺς ἐχίνους τεκεῖν καὶ τὰ γεννώμενα ἀσφαλείας τυχεῖν καὶ τοὺς εἰς πολλὰς ἰδέας μετασχηματιζομένους δαίμονας σχολῆς ἀπολαύοντας ἀλλή λοις προσδιαλέγεσθαι. Ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· 16ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. 17Καὶ αὐτὸς ἐπιβαλεῖ αὐταῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν αὐτοὺς βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομῆσαι αὐτὴν γενεαῖς γενεῶν, καὶ ἀναπαύσονται ἐπ' αὐτῆς. Καὶ ταῦτα ὁμοίως τὴν ἐρημίαν τῶν οἰκητόρων δηλοῖ· ἀδεῶς γὰρ τὰ ἄγρια νέμεται ζῷα τῶν θηρευόντων οὐκ ὄντων. Τοῦτο δὲ καὶ ὁ προφητικὸς δεδήλωκε λόγος· καὶ μία αὐτῶν οὐκ ἀπώλετο καὶ ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν· δέδωκε γὰρ αὐταῖς φησιν ὁ κύριος τὴν ἄδειαν τῆς νο μῆς καταψηφισάμενος τῆς χώρας ἐκείνης ἐρημίαν ἀνθρώπων. Ταῦτα ἐκείνοις προαγορεύσας με ταφέρει τὸν λόγον εἰς τὴν πάλαι ἔρημον, εἶτα Κάρμηλον καὶ Σιὼν καὶ Ἱερουσαλὴμ ὀνομασθεῖσαν, καί φησιν· 351Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. ∆ιψῶσαν αὐτὴν καλεῖ ὡς μὴ δεξαμένην ἀρδείαν προφητικήν, ἔρημον δὲ ὡς γεωργίαν θείαν μὴ δεξαμένην. Ταύτῃ εὐφραίνεσθαι παρεγγυᾷ καὶ τοῦ κρίνου μιμεῖσθαι τὸ ἄνθος. Αἰνίττεται δὲ τοῦ κρίνου τὸ ἄνθος τὴν ὑπὸ τοῦ παναγίου πνεύματος προςγινομένην διὰ τοῦ βαπτίσματος καθαρότητα. Εἶτα προαγορευτικῶς· 2Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Ἀνθοῦσαν δείκνυσι τὴν ἔρημον καὶ τοῖς Ἰορδανείοις ἀρδομένην ῥείθροις· ἐκεῖνα |143 a| γὰρ τὰ ῥεῖθρα πρῶτα ἐδέξαντο τὴν τοῦ ἁγίου πνεύματος χάριν, καὶ δι' ἐκείνων τὸ πανάγιον μηνύεται βάπτισμα. Λέγει δὲ μεταβεβηκέναι εἰς τὴν ἔρημον τὴν τοῦ Λιβάνου τιμὴν καὶ τοῦ Καρμήλου τὴν δόξαν . Κάρμηλον δὲ ὡς πολλάκις εἰρήκαμεν τὴν Ἰουδαίαν καλεῖ· αὕτη γὰρ ἐπεπλήρωτο τῶν προφητικῶν πάλαι καρπ ῶν . Λίβανον δὲ τὴν Ἱερουσαλὴμ πολλάκις ἡ θεία προσαγορεύει γραφή· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ πολὺς τοῖς ὄνυξιν, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν