1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

143

μετὰ τὴν ἐπίγνωσιν τοῦ σωτῆρος τῆς κυπαρίσςου τὸ ὕψος καὶ μυρσίνης τὸ εὐῶδες μεμίμηνται καὶ κηρύττουσι διὰ τῶν πραγμάτων τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν δύναμιν, οἷόν τι σημεῖον καὶ τέρας μέγα καὶ παράδοξον καὶ διαρκὲς ἐπιδεικνύντες τὴν οἰκείαν μεταβολήν. Τοῦτο δὲ τὸ σημεῖον αἰώνιον ἔσται καὶ οὐκ ἐκλείψει, καθάπερ τῶν Ἰουδαίων ἐξέλιπεν ἡ δόξα. [ ̓Επιδείξωμεν τοίνυν ἑαυτοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν σημεῖον θεοπρεπές, μὴ μόνον τοῖς ὑγιέσι προσέ χοντες δόγμ ασιν ἀλλὰ καὶ τὸν κατάλληλον ἀσπαζόμενοι βίον, ἵνα γνόντες «τὰ καλὰ ἔργα» ἡμῶν οἱ ἄνθρωποι «δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς», ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

18 ΤΟΜΟ Σ ΙΗʹ 56ιΤάδε λέγει κύριος· Φυλάσσεσθε κρίσιν καὶ ποιεῖτε δικαιοσύνην, ἤγγικε γὰρ

τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Οἱ θεσπέσιοι προφῆται οὐ μόνον τὰ ἐσόμενα προθεσπίζειν ἀλλὰ καὶ παραινέσεις προσφέρειν εἰώθεσαν δογματικάς τε καὶ ἠθικάς. Καὶ γὰρ καὶ τὴν κρίσιν καὶ τὴν σωτηρίαν τοῖς πάλαι προηγόρευον, ὥστε καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει |171 a| καὶ τῇ τῶν ἀλγεινῶν ἀπειλῇ κακίας μὲν αὐτοὺς ἀποτρέπειν, ἐπ' ἀρετὴν δὲ προτρέπειν. Τοῦτο ἐκ τουτωνὶ τῶν ῥητῶν καταμαθεῖν εὐπετές. Συμβουλεύσας γὰρ ὁ προφητικὸς λόγος ἔχεσθαι δικαιοσύνης καὶ ἀκλινὲς ἔχειν τῆς ψυχῆς τὸ κριτήριον, συνῆψε τῆς σωτηρίας τὴν πρόρρησιν καὶ τοῦ ἐλέου τὴν ἀποκάλυψιν. Ἀμφότερα δὲ σημαίνει τὴν δεσποτικὴν παρου σίαν. 2Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχό μενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδικήματα. Τῇ τῶν ἀγαθῶν ἐργασίᾳ συνέζευξε τὸν μισθόν, μισθὸς δὲ μέγιστος ὁ μακαρισμός. Τῆς δὲ τῶν σαββάτων φυλακῆς ἐπιμελεῖσθαι προσέταξεν ὡς ἔτι κρατοῦντος τοῦ νόμου. Ἐδίδαξε δὲ καὶ πῶς δεῖ τιμῆσαι τὸ σάββατον· ἀθῴους γάρ φησι προσήκει τὰς χεῖρας ἀδικίας φυλάττειν, οὕτω γὰρ οὐ βεβηλοῦται τὸ σάββατον. Βέβηλον δέ ἐστι τὸ μὴ ἅγιον, τουτέστι τὸ κοινόν. Ἐπειδὴ τοίνυν εἰς τὴν τῶν θείων ἐργασίαν ἀφιερώθη τὸ σάββατον, ἐάν φησι παραβῇς τὸν κείμενον νόμον, κοινὴν αὐτὸ ἡμέραν ἀποφανεῖς, τουτέστι βέβηλον. Ταύτην δὲ τὴν διαφορὰν καὶ ἐν ἑτέροις ἡμᾶς ἡ θεία διδάσκει γραφή· «Ἀφοριεῖτε» γάρ φησιν «ἀνὰ μέσον ἁγίου καὶ βεβήλου.» Ἅγιον δὲ κα λεῖ τὸ τῷ θεῷ προσῆ κον , βέβηλον δὲ τὸ κοινόν. 3Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον λέγων· Ἀφορισμῷ ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Τὸν Ἰουδαϊκὸν ἐν τούτοις καταστέλλει τῦφον· ἐπειδὴ γὰρ ὠλιγώρουν μὲν ἀρετῆς, μέγα δὲ ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, διδάσκει ὁ τῶν ὅλων θεὸς ὡς ἀρετὴν ἀλλ' οὐ γένος ζητεῖ. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Κἀν τούτῳ παραπλησίως καὶ τοὺς εὐνούχους ἐπ' ἀρετὴν προτρέπει καὶ τῶν ἐπὶ πολυπαιδίᾳ μεγαλαυχουμένων τὴν ὀφρῦν καταλύει. 4Ὅτι τάδε λέγει κύριος τοῖς εὐνούχοις τοῖς φυλασσομέ νοις τὰ σάββατά μου καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω καὶ ἀντεχομένοις τῆς διαθήκης· 5∆ώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν καὶ ὄνομα ἀγαθὸν κρεῖττον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἀψευδὴς ἡ ὑπόσχεσις. Καὶ μαρτυροῦσιν οἱ περὶ τὸν θεσπέσιον ∆ανιὴλ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· ἀφαιρεθέντες γὰρ ὑπὸ τῶν πολεμίων τὸ γενέσθαι πατέρες, πολυθρύλητοι μᾶλλον ἢ οἱ πολλῶν παίδων πατέρες ἐγένοντο, καὶ ἄσβεστον αὐτῶν διαμένει τὸ κλέος. Οὕτω τὸν Ἀβδεμέλεχ καὶ ἀλλογενῆ καὶ εὐνοῦχον ὄντα-Αἰθίοψ γὰρ ἦν-ἀοίδιμον διὰ τὴν εὐσέβειαν ἀπέφηνεν ὁ θεός. 6Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν