1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

49

γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Οὗ διήρπασαν οἱ ποταμοὶ |124 b| τῆς γῆς 3πάντες. Ποταμοὺς τῆς γῆς τοὺς βασιλέας καλεῖ τοὺς διαφόρως ἐκείνων περιγενομένους. Καὶ γὰρ Ναβουχο δονόσορ αὐτοὺς κατέλυσε, καὶ μετὰ ταῦτα Καμβύσης καὶ ἕτεροι Περσῶν βασιλεῖς καὶ μέντοι καὶ Μακεδόνες αὐτοὺς δουλεύειν ἠνάγκασαν. Ὡς χώρα κατοικουμένη κατοικη θήσεται ἡ χώρα αὐτῶν, ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. Οὐκέτι φησὶ βασιλευθή σονται ἀλλὰ τοῖς ἄλλοις ἔθνεσι παραπλησίως δουλεύσουσιν. Καὶ ἔσται αὐτῶν ἐπίσημος ἡ δουλεία ὡς σημεῖον ἐφ' ὑψηλοῦ ὄρους αἰρόμενον καὶ ὡς διὰ σάλπιγγος πάντοσε ἐκκηρυτ τομένη. Ταῦτα μὲν οὖν τῇ ∆αμασκῷ καὶ τοῖς ἐκείνης ἐπικούροις γενήσεται, ἡ δὲ Ἱερουσαλὴμ τῆς παρ' ἐμοῦ τεύξεται προμη θείας. 4Ἀσφάλεια γάρ φησιν ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἐν ἡμέρᾳ ἀμή του. Ἀπεικάζει καύματι μὲν καὶ ἀμήτῳ τῶν ἄλλων τὰς συμφοράς, φωτὶ δὲ καὶ δρόσῳ τὴν πρόνοιαν, ἧς ἡ Ἱερουσαλὴμ τετύχηκεν. Πρὸ γὰρ τῶν ταύτης περιβόλων αἱ πολλαὶ τῶν Ἀσσυρίων ἔπεσον μυριάδες. Εἶτα προλέγει τῆς ∆αμασκοῦ καὶ τῶν δέκα φυλῶν τὰς παντοδαπὰς συμφοράς· 5Ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἀνθήσῃ τὸ ἄνθος ὀμφακίζον, καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει 6καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. ∆υσμενῶν ὑπέδειξε τρύγητον· οὐδεὶς <γὰρ> οἰκείαν τρυγῶν ἄμπελον ἀνθοῦντας ἔτι τοὺς βότρυας ἢ ὀμφακίζοντας ἀλλὰ πεπείρους τρυγᾷ οὔτε μὴν σὺν τοῖς βότρυσι καὶ τὰ κλήματα ἐκτέμνει. Τροπικῶς τοίνυν τὰ ὑπὸ τῶν πολεμίων ἐσόμενα προλέγει καὶ καλεῖ κλήματα μὲν τοὺς γεγεννηκότας, βοτρύδια δὲ μικρὰ τὰ ἐκείνων βρέφη, δρέπανα δὲ τὰ πολεμικὰ ὄργανα, τὰ δὲ καταλιμπανόμενα οἰωνοῖς καὶ θηρίοις τοὺς πίπτοντας νεκρούς. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Καὶ συναχθήσεται ἐπ' αὐτοὺς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς ἐπ' αὐτοὺς ἥξει. Οὕτω τῆς ∆αμασκοῦ καὶ τῶν δέκα φυλῶν τὸν ὄλεθρον ἐπιδείξας εἰς τὴν Ἱερουσαλὴμ τὴν προφητείαν μετέθηκεν· 7Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Λαὸν τεθλιμμένον καὶ τετιλμένον τὸν τῆς Ἱερουσαλὴμ λέγει· αὕτη μὲν γὰρ ἐν ἀγῶνι διῆγε καὶ δέει, αἱ δὲ ὑπ' αὐτὴν ἑάλωσαν πόλεις, ὅθεν αὐτῇ καὶ τὸ τετιλμένον ἁρμόζει. Λαὸν δὲ μέγαν τὸν Χριστιανικὸν καλεῖ, οὗ πᾶσα πλήρης ἡ οἰκουμένη· οὗτος γὰρ εἰς τὸν αἰῶνα χρόνον δῶρα κυρίῳ προσφέρει καὶ τὴν τοῦ Σεναχηρὶμ παράδοξον κατάλυσιν ἐν ταῖς ἐκκλησίαις ἀκούων ὕμνοις τὸν δυνατὸν καὶ φιλάνθρωπον δεσπότην ἀμείβεται. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς <τὸν> τόπον, οὗ τὸ ὄνομα κυρίου Σαβαὼθ ἐπικέκληται, ὄρους Σιών. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν «Ἔθνος ἐλ πίζον καὶ διηρπασ μένον, οὗ διήρπασαν οἱ ποταμοὶ τὴν γῆν.» Καλεῖ δὲ ποταμοὺς τῶν Ἀσσυρίων τοὺς βασιλέας τοὺς π ολεμίους, διηρπα σμένον δὲ ἔθνος καὶ ἐλπίζον τὸν ἐν Ἱεροσολύμοις λαόν. Εὐσεβείᾳ γὰρ κοσμούμενος τούτων ὁ βασιλεύς, ὁ θαυμάσιος Ἐζεκίας, εἰς τὴν εὐθεῖαν αὐτοὺς ὁδὸν ἐποδήγησεν. Οὗτοί φησι τὰ κατὰ τῶν Ἀσσυρίων γεγενημένα θεασάμενοι ἑορτὴν μεγίστην ἐπιτελέσουσι, θυσίας καὶ δῶρα τῷ σωτῆρι προςφέροντες. Οὕτω συμπεράνας τὰ κατὰ τῆς ∆αμασκοῦ καὶ τῶν δέκα φυλῶν προηγορευμένα καὶ δείξας τῆς Ἱερουσαλὴμ τὴν πα ρά δοξον σωτηρίαν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὴν προφητείαν. Ἐπειδὴ πρὸς τούτους κατέ πεμψεν ὁ τῆς ∆αμασκοῦ βασιλεύς, μάλα εἰκότως καὶ τὰ περὶ τούτων προλέγει καὶ τὴν τῆς βα σιλεί ας αὐτῶν προαγορεύων κατάλυσιν καὶ τὴν τῆς ἀσεβείας ἀπαλλαγήν· 191Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον. Μαρτυρεῖ τῇ προφητείᾳ τῶν ἱερῶν εὐαγγελίων ἡ ἱστορία· τῷ γὰρ Ἰωσὴφ ἄγγελος παρηγγύησε τὴν Αἴγυπτον κατα λαβεῖν σὺν τῷ παιδίῳ καὶ τῇ τούτου μητρί. Νεφέλην τοίνυν κούφην τὴν