1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

37

μιμοῦνται λέοντα σαρκοβόρον ἀχύρων μεταλαγχάνειν αἱρούμενον. 8Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγα λακτισμένον ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος τοῖς Ἐπικουρείοις καὶ Στωικοῖς διαλεγόμενος φιλοσόφοις καὶ ἐπὶ τοῦ Ἀρείου πάγου δημηγορῶν καὶ κατατολμῶν τῶν ἀσπίδων καὶ οἷόν τινα χεῖρα τὸν ἁπλοῦν αὐτοῦ λόγον ὡς εἰς κατάδυσιν θηρίων τὴν τούτων ἀκοὴν ἐμβάλλειν ἐπιχειρῶν· καὶ γὰρ δαιμόνων ἦν κατάδυσις ἡ ἐκείνων καρδία. 9Καὶ οὐ μὴ κακοποιήσωσιν οὐδ' οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Τούτῳ ἔοικεν ἡ εὐαγγελικὴ τοῦ κυρίου φωνή· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ὄρος τοίνυν ἅγιον τὸ ὑψηλὸν καὶ ἰσχυρὸν καὶ ἀκίνητον τῆς θείας αὐτοῦ διδασ καλίας καλεῖ καὶ τοῖς ἐπὶ τούτῳ ἑστῶσι τὸ ἀκαταγώνιστον ἐπαγγέλλεται. Εἶτα δείκνυσι τὴν τοῦ κηρύγματος δύναμιν· Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας. Μέγιστον δὲ ἀληθῶς καὶ παραδοξότατον τὸ θαῦμα καὶ ἔοικε ψεκάσιν ὀλίγαις ἐπιφερομέναις θαλάττῃ καὶ τὴν ἐν ταύτῃ μεταβαλλούσαις πικρίαν καὶ γλυκείαν ἐργαζομέναις τὴν ταύτης ποιότητα· οὕτως γὰρ ὁ εὐαγγελικὸς λόγος κατέπαυσε μὲν τὴν τῆς οἰκουμένης ἀσέβειαν, πᾶσαν δὲ γῆν καὶ θάλατταν θεογνω σίας ἐπλήρωσεν. 10Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Καὶ τῶν θείων ἀνέμνησεν ὑποσχέσεων καὶ τῶν Ἰακὼβ τοῦ πατριάρχου προρρήσεων. Ὁ μὲν γὰρ θεὸς πρὸς τὸν Ἀβραὰμ ἔφη· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δέδωκε |117 b| τὴν ὑπόσχεσιν. Ὁ δὲ πατριάρχης Ἰακὼβ τῷ Ἰούδᾳ ἣν ἔλαβεν ἔδωκεν εὐλογίαν καί φησιν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν.» Ταύτην βεβαιοῖ τὴν προφητείαν καὶ ὁ θαυμάσιος οὗτος προφήτης καὶ δείκνυσιν αὐτὸν ἐξ Ἰεσσαὶ μὲν καὶ ∆αυὶδ τὸ κατὰ σάρκα γένος κατάγοντα, ἄρχοντα δὲ οὐκέτι Ἰουδαίων ἀλλὰ τῶν ἐθνῶν καὶ εἰς αὐτὸν πιστεύοντας οὐκ Ἰουδαίους ἀλλὰ τὰ ἔθνη. Ἄξιον δὲ θρηνῆσαι τὴν Ἰουδαίων ἐμβροντησίαν, οἳ τῷ Ζοροβάβελ ταύτην προσαρ μόττουσι τὴν προφητείαν, ὃς οὐδὲ Ἰουδαίων ἦρξεν ἁπάντων ἀλλ' ὀλίγων τινῶν, ἐθνῶν δὲ οὐδὲ ὅλως. Ἀλλ' ἡμεῖς ἐκείνους καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ἐπειδὴ γὰρ εἶπεν αὐτοῦ τὴν βλάστην καὶ τῆς οἰκονομίας τὰ κατορθώματα καὶ τὴν ἀρχὴν ὑπέδειξεν, ὑποδείκνυσι καὶ τὸ ἐν μέσῳ γενόμενον πάθος μεθ' ὃ τῆς οἰκουμένης ἐκράτησεν. ∆ιά τοι τοῦτο ἀνάπαυσιν προσαγορεύει τὸν θάνατον καὶ τιμήν. Ἀγνοούμενος γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὸ τῶν ἐθνῶν, μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος δέχεται παρὰ πάντων ὡς ποιητὴς καὶ θεὸς τὴν θείαν προσκύνησιν. 11Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ κατα λειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἐγκατελείφθη ὑπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλῶνος καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία τῶν Πράξεων, ὡς τὴν οἰκουμένην περινοστοῦντες οἱ θεῖοι ἀπόστολοι πρώτοις Ἰουδαίοις ἐκήρυττον. Ἀμέλει τοῖς ἀντιλέγουσιν ὁ μακάριος ἔφη Παῦλος· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορευ σόμεθα.» Πεπιστεύκασι δὲ ὅμως μυριάδες πολλαί, καὶ τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπ' αὐτῶν ἐζωγρήθησαν, καὶ ὁ θειότατος δὲ Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ πολλὰς Ἰουδαίων πεπιστευκότων ὑπέδειξε μυριάδας. Περὶ τούτων ἡ τοῦ παναγίου πνεύματος χάρις καὶ διὰ Ἡσαΐου προηγόρευσε τοῦ προφήτου ὅτι αὐτοὺς καὶ ζητήσει καὶ τῆς σωτηρίας ἀξιώσει. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· 12Τοι γαροῦν ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ