1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

161

«εὐεργέτησεν» εἶπεν. Ἀκριβέστερον μέντοι οἱ Ἑβδομήκοντα τὸ ἀνταποδίδωσι τεθείκασιν· ἐπειδὴ γὰρ τιμωρίαν ὠφείλομεν, σωτηρίαν δὲ ἀντὶ τιμωρίας ἐλάβομεν, εἰκότως τὸ ἀνταποδίδωσι τεθείκασιν ἀντὶ τοῦ· τοῖς ἐναντίοις ἡμᾶς ἀμείβεται ἀντὶ κακῶν διδοὺς ἀγαθά. Ταύτην γὰρ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας τέθεικεν. Κύριος κριτὴς δίκαιος τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸν ἔλεον αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Οὐ μόνῃ τῇ δικαιοσύνῃ κεχρημένος δικάζει, ἀλλ' ἐλέῳ κιρνᾷ τὸ δίκαιον, μᾶ λλον δέ· νικᾷ ἡ φιλανθρωπία τὸ δίκαιον. 8Καὶ εἶπεν· Οὐχὶ ὁ λαός μού ἐστι τέκνα μου καὶ οὐ μὴ ἀθετήσουσιν; Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν 9ἐκ πάσης θλίψεως. Ἐχρήσατο δὲ φιλανθρωπίᾳ εἰς τὸν νέον ἀποβλέψας λαόν, ὃν καὶ τῆς υἱοθεσ ίας ἠξίωσεν· οἷς μαρτυρεῖ καὶ τὸ ἑδραῖον τῆς πίστεως· οὐ γὰρ μὴ ἀθετήσουσιν. Οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν, αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. ∆ιὰ τούτους φησὶ καὶ τῶν ἄλλ ων τῶν παρανομούντων ἠνέσχετο καὶ πάντων προμηθούμενος διετέλεσε καὶ παντοδαπῆς αὐτοὺς προνοίας ἠξί ωσεν οὐκ ἀγγέλοις διακόνοις τῆς σωτηρίας χρησάμενος ἀλλ' αὐτὸς τῆς ἐνανθρωπήσεως ἀναδεξάμενος τὸ μυστήριον. Τὸ δέ· Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ὁ Θεοδοτίων «Οὐ πολιορκητὴς οὐδὲ ἄγγελος» ἔφη. Οὐδενὶ γὰρ ἄλλῳ τὸν ὑπὲρ ἡμῶν ἐνεχείρισε πόλεμον ἀλλ' αὐτὸς ἐπολέμησεν, αὐτὸς ἠρίστευσεν, αὐτὸς κατέλυσε τοῦ τυράννου τὸ κράτος. 10Αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς κύριος ἐπολέμησεν αὐτούς. Αὐτὸς μὲν τῇ ἀρρήτῳ χρώμενος ἀγαθότητι πάντα ὑπὲρ τῆς αὐτῶν ἐπραγματεύσατο σωτη ρίας· οἱ δὲ πονηρίᾳ συζῶντες, τουτέστιν Ἰουδαῖοι, καὶ «ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες», ᾗ φησιν ὁ θεσπέσιος Στέφανος-ἐντεῦθεν δὲ κἀκεῖνος τὴν κατηγορίαν ὕφηνεν-οὐκ ἐδέξαντο τὴν σωτηρίαν ἀλλὰ τῆς εἰρήνης τὴν ἀφορμὴν πολέμου πρόφασιν ἐποιήσαντο· οὗ δὴ χάριν τῆς ἀχαριστίας αὐτοὺς εἰσεπράξατο δίκας. 11Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων, Μωσῆ καὶ λαοῦ αὐτοῦ. Ἐμνήσθη δὲ καὶ τῶν πάλαι γεγενημένων ἐπὶ Μωυσέως τοῦ νομοθέτου· καὶ γὰρ οἱ ἐπ' ἐκείνου δυσσεβοῦντες καὶ παρανομοῦντες ἐν τῇ ἐρήμῳ καταναλώθησαν. Ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων αὐτοῦ; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, 12ὁ ἀναγα γὼν τῇ δεξιᾷ τὸν Μωυσῆν; Ὁ δὲ Ἀκύλας οὕτως· «Ποῦ ὁ ἀναβιβάσας αὐτοὺς ἀπὸ θαλάσσης σὺν νομεῦσι ποιμνίου αὐτοῦ;» Καὶ ὁ Σύμμαχος δὲ καὶ ὁ Θεοδοτίων «ἀπὸ θαλάττης» ἀντὶ τῆς γῆς τεθείκασιν· οὕτω δὲ καὶ παρὰ τοῖς Ἑβδομήκοντα εὗρον κείμενον ἐν τῷ Ἑξαπλῷ. Μέμνηται δὲ ὁ προφητικὸς λόγος τῆς διὰ θαλάττης γεγεν η μένης πορείας· προορῶν γὰρ αὐτοὺς τῆς θείας κηδεμονίας ἐρήμους γεγενημένους καὶ κατὰ τὴν ἡ μῖν γ εγε νη μέ νην πρόρρησιν διασπασθέντα μὲν τοῦ ἀμπελῶνος τὸν φραγμόν, καταλυθέντα δὲ τὸν τοῖχ ον, αὐτὸν δὲ ὑπὸ πάντων πατού μενον, τῶν παλαιῶν ἐκείνων ἀναμιμνῄσκεται, ὅτε διῃρέθη μὲν τὸ πέλαγος , ἐγένετο δὲ αὐτοῖς ἱππήλατον πεδίον ὁ τῆς θαλάττης πυθμήν, εἶδον δὲ τοὺς πολεμίους ἅπαντ ας ὑποβρυχίους γεγενημένους, ἀπήλαυον δὲ καὶ προφητικῆς χάριτος, δι' ἐκείνων τοῦ παν αγίου πνεύματος τὰ ἐσόμενα προδηλοῦντος. Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς ἀληθῶς |180 b| ἔλαβ εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν· καθάπερ <γὰρ> τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων διωκ όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως, οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν, ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Τούτου δὴ χάριν ὁ θεῖος ἀπόστολος ταῦτα τίθησιν ἐπὶ τοῦ δεσπότου Χριστοῦ τὰ ῥητὰ καί φησιν· «Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν.» Τούτου ἐστὶν ὁ Μωυσῆς ὑπουργός τε καὶ τύπος· οὗτος γὰρ ὁ ἀληθινὸς «ποιμὴν ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ βάτων». Εἶτα τῶν τῇ