1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

65

ὄρθρον ὁρῶ, οὐδὲ γὰρ αὐτὰ βλέπω τὰ πράγματα ἀλλὰ τὰς τούτων εἰκόν ας . ∆ιὸ δὴ καὶ ὁ κύριος ἔλεγεν· «Πολλοὶ προφῆται καὶ βασιλεῖς δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον.» Καὶ αὐτὰ δέ φησι τὰ προστάγματά σου φωτὸς δίκην ὑποδείκνυσι τὴν εὐθεῖαν ὁδόν. ∆ικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Καὶ διδάσκων τὴν τῆς μαθήσεως εὐκολίαν ἐπήγαγεν· 10Πέπαυται γὰρ ὁ ἀσεβής, οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Τῆς γὰρ τοῦ διαβόλου τυραννίδος διὰ τῆς δεσποτικῆς ἐπιφανείας καταλυθείσης ῥᾴων γέγονε τῆς ἀρετῆς ἡ κατόρθωσις. Ἐκεῖνος δὲ οὐδὲν ἐντεῦθεν ἀπώνατο· τὴν γὰρ δικαιοσύνην μαθεῖν οὐκ ἠνέσχετο. ∆ι ὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. Οὐκ ὄψεται γάρ φησι τὸ ἀκήρατον φῶς τὸ τοῖς ἁγίοις ηὐτρεπισ μένον. 11Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Καὶ τότε ὄψονται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» ∆ῆλον δὲ ὡς οἱ ἐν ἑκάστῳ ἔθνει τοῖς δε σπο τικοῖς κ ηρύ γμασιν ἀπ ι στήσαντες θρηνή σουσι τὴν οἰκείαν ἀσθένειαν. Ζῆλος λήψεται λαὸν ἀπαί δευτον. Τοὺς Ἰουδαίους αἰνίττεται διὰ ζῆλον δῆθεν τῷ σταυρῷ τὸν κύριον προσηλώσαντας. Τοῦτο καὶ ὁ θεῖός φησιν ἀπόστολος· «Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ τὸ φῶς οὐκ ἐδέξαντο, παραδοθήσονται τῷ πυρὶ καὶ τῷ σκότει. 12Κύριε ὁ θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ τὰ ἔργα ἡμῶν ἀπέδωκας ἡμῖν. 13Κύριε ὁ θεὸς ἡμῶν κτῆσαι ἡμᾶς, κύριε ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Τὴν σὴν ἠσπασάμεθα δεςποτείαν. Μὴ ἐκπέ σωμέν σου τῆς προμηθείας· οὐδένα γὰρ ἄλλον ἴσμεν θεόν. Ταῦτα καὶ τὴν τοῦ Ἀρείου καὶ Εὐνομίου διελέγχει παραπληξίαν. Πῶς γὰρ δύνανται λέγειν· Ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, κτιστὸν θεὸν τὸν υἱὸν ὀνομάζοντες; Ἡμεῖς δὲ μίαν οὐσίαν τῆς τριάδος κηρύττοντες ἀληθεύομεν λέγοντες· Ἐκτὸς σοῦ ἄλλον |132 b| οὐκ οἴδαμεν. 14Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν. Νεκροὺς καλεῖ τοὺς τοῖς ἀγαθοῖς ἔργοις νενεκρωμένους. Οὕτω γὰρ καὶ ὁ κύριος ἔφη· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Οὗτοί φησι τῆς ἀληθοῦς ζωῆς στερηθήσονται· ἐν ὀδύνῃ γὰρ τὸν αἰῶνα διάξουσιν. Οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν. Θεοῦ γὰρ κολάζοντος τίς ἐπαμῦναι δυνήσεται; ∆ιὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας αὐτοὺς καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Τό· ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ Σύμμαχος «πᾶσαν τὴν μνήμην αὐτῶν» ἡρμήνευσεν, Ἀκύλας δὲ καὶ Θεοδοτίων «πᾶν τὸ μνημόσυνον αὐτῶν». Ταὐτὸ δὲ τοῦτο καὶ οἱ Ἑβδομήκοντα διὰ τοῦ ἄρσενος ᾐνίξαντο· διὰ γὰρ τῶν ἀρρένων μᾶλλον ἡ τῶν πατέρων φυλάττεται μνήμη. 15Πρόσθες αὐτοῖς κακὰ κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. Εἰς εὐκτικὸν τὸ προαγορευτικὸν ὁ προφήτης μετέβαλε σχῆμα καὶ προλέγει τὸν ὄλεθρον τῶν διωκόντων τοὺς εὐσεβεῖς. 16Κύριε ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. 17Καὶ ὡς ἡ ἐν γαστρί, ἡ ἔγκυος, ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. ∆είξας τῶν διωκόν των τὴν ταλαιπωρίαν ἐπιδείκνυσι τῶν διωκομένων τὴν ὠφέλειαν. «Ἡ» γὰρ «θλῖψις» κατὰ τὸν μακάριον Παῦλον «ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Καὶ ἐνταῦθα δὲ ὁ προφήτης τῆς θλίψεως καρπὸν τοῦ θεοῦ τὴν μνήμην ὑπέδειξεν, ὑπέδειξε δὲ καὶ τὴν ταχεῖαν ἀντίληψιν· τικ το ύσῃ γὰρ παραπλησίως ὀδυνηθέντες διὰ τὸν ἀγαπητόν σου υἱὸν ἀπηλλάγημεν τῆς ὀδύνης. Καὶ ἐπιμένων τῇ τ ροπῇ ἐπή γαγεν· ∆ιὸ τὸν φόβον σου κύριε 18ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς. Ἐπειδὴ γὰρ ὠδινούσῃ ἑαυτοὺς ἀπείκασαν γυναικί, ἔδειξαν τὸν τῶν ὠδίνων καρπόν. Πνεῦμα γὰρ σωτηρίας φησὶν ἐτέκομεν, ὃ ἐποίησας ἐπὶ τῆς γῆς, τουτέστιν· ὃ τῇ γῇ ἐδωρήσω. Οὐ γὰρ τὸ πνεῦμα ἐν τῇ γῇ ἐδημιούργησεν, ἀλλὰ διὰ τοῦ πνεύματος ἐν τῇ γῇ τὴν σωτηρίαν εἰργάσατο. Εἰ δὲ ἀντιλέγουσιν οἱ τῷ παναγίῳ