1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

10

ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ὁ γὰρ κατ' εἰκόνα θείαν γεγενημένος καὶ τῶν ἐν τῇ γῇ πάντων τὴν ἐξουσίαν λαχὼν ἐξ ἀβουλίας τῆς βασιλείας ἐξέπεσεν· καὶ δέον αὐτὸν ἔχειν τὸ γέρας, αὐτὸς τοῖς χειροποιήτοις ἀπονέμει τὸ σέβας κύπτων καὶ προσκυνῶν καὶ τῇ τῶν δαιμόνων δεσποτείᾳ προστρέχων. Ἐγὼ δέ φησι ταῦτα οὐ παρόψομαι, ἀλλὰ δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπράξομαι. Τίνες δὲ αὗται, |100 b| διὰ τῶν ἐπαγομένων διδάσκει· 10Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. ∆ιὰ δὲ τούτων τὸν Ῥωμαϊκὸν πόλεμον προθεσπίζει· ἐκείνης γὰρ τῆς στρατιᾶς ἐπελθούσης, εἰς τὰ ὄρη καὶ τὰς ἐν τούτοις οἱ πλεῖστοι κατεκρύπτοντο καταδύσεις. 11Οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὗψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Οἱ γὰρ ἐπιτωθάζοντές φησι τῷ σωτῆρι παραγενομένῳ καὶ ἀλαζονικῶς αὐτῷ προσδιαλεγόμενοι τῇ πείρᾳ μαθήσονται τῆς φύσεως τὸ διάφορον καὶ ὅτι ὁ μέν ἐστιν ὕψιστος ὡς θεός, αὐτοὶ δὲ «γῆ καὶ σποδὸς» κατὰ τὴν θείαν γραφήν. 12Ἡμέρα γάρ φησι κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται, 13καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν 14καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν 15καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν 16καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων· 17καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων. Καὶ ὑψω θήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὅταν ἐπελθόντες πολέμιοι περιγένωνται, οὐ μόνον τοὺς ἄνδρας ἀναιροῦσιν ἀλλὰ καὶ τὴν γῆν δῃοῦσι καὶ τὰ δένδρα ἐκτέμνουσι καὶ τοῖς περιβόλοις προσφέρουσι μηχανήματα καὶ θαλαττοκρά τορες γινόμενοι τὰς ἐμπορίας κωλύουσιν. Ταῦτα δὲ πάντα κατὰ ταὐτὸν Ἰουδαίοις συνέβη τῆς Ῥωμαϊκῆς αὐτοῖς στρατιᾶς ἐπελθούσης. Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλεται δρῦς μὲν τοὺς ἐπὶ ῥώμῃ σώματος μέγα φρονοῦντας, κέδρους δὲ τοὺς ἐπὶ δυναστείᾳ εὐθηνουμένους, πλοῖα δὲ τοὺς ὀξεῖς τὴν διάνοιαν καὶ τἆλλα τούτοις παραπλησίως, εὐρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν. Οὐδὲν γὰρ ὤνησεν Ἰουδαίους ἐν τῷ τοῦ πολέμου καιρῷ οὔτε στρατηγὸς ἄριστος οὔτε σοφὸς σύμβουλος, οὐχ οἱ τῷ πλούτῳ κομῶντες, οὐχ οἱ γαυριῶντες ἐπὶ τῇ δυνάμει· ἀλλὰ πάντα κατὰ ταὐτὸν ἐξηλέγχθη, καὶ μόνου τοῦ θεοῦ τῶν ὅλων ἐδείχθη τὸ κράτος. Ἡνίκα μὲν γὰρ αὐτῶν ἐκήδετο, πάντων ῥᾳδίως περιεγί νοντο· ὅτε δὲ αὐτοὺς τῆς οἰκείας προμηθείας ἐγύμνωσεν, εὐχείρωτοι πᾶσιν ἐγένοντο. 18Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν 19εἰσενέγ καντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Καὶ τῆσδε τῆς προφητείας ἐθεασάμεθα τὴν ἀλήθειαν· πλεῖστοι γὰρ τῇ πλάνῃ δουλεύοντες τῆς εὐσεβείας τὸ κράτος θεώμενοι κατέκρυψαν μὲν ἐν σπηλαίοις τισὶ καὶ ἄντροις τοὺς ὑπ' αὐτῶν προσκυνουμένους θεούς, ἐφωράθησαν δὲ καὶ τὴν αἰσχύνην ἐδρέψαντο, καὶ τὰ τούτων εἴδωλα τῆς εὐσεβείας οἱ τρόφιμοι παρέδοσαν τῷ πυρί. <20Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, 21τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰ σχίσματα τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.> Ταὐτὰ διαφόρως εἴρηκεν. Πέρατος μὲν ταῦτα τετύχηκε μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν, μάρτυρες δὲ τούτων ἡμεῖς αὐτόπται γενόμενοι. Θρηνῆσαι δὲ ἄξιον τὴν τῆς πλάνης ὑπερβολήν, ὅτι καὶ τῶν εὐτελῶν |101 a| νυκτερίδων εἰκόνας ἄνθρωποι τεκτηνάμενοι θεοὺς τὰς εἰκόνας ὠνόμαζον.