1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

52

συντρέχουσιν . 18Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου Σαβαώθ· Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. Ἀσεδὲκ πόλις δικαιοσύνης ἑρμηνεύεται· καὶ γὰρ ὁ Μελχισεδὲκ κατὰ τὸν θεῖον ἀπόστολον «βασιλεὺς δικαι οσύνης» |126 a| ὀνομάζεται. Χανανίτιδα δὲ γλῶσσαν τὴν Ἑβραΐδα λέγει, ἐπειδὴ τὴν Χαναναίαν εἰσῴκησαν οἱ Ἑβραῖοι. Τινὲς δὲ ταῦτα ἔφασαν γεγενῆσθαι κατὰ τὸν τῶν Μακεδόνων καιρόν, ἀλλ' οὐ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία. Αἰγυπ τίων γὰρ λέγει μεταβολήν, οὐχ Ἑβραίων ἀποικίαν προλέγει. Καὶ ταῦτα τοίνυν τετύχηκε πέρατος μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν. Τὰς δὲ πέντε πόλεις οὐχ ὡρισμένον λέγει τινὰ ἀριθμόν, ἀλλὰ τὸν τέλειον οὕτω ἐκάλεσεν. Πέντε γὰρ καὶ τοῦ ἀνθρώπου αἰσθήσεις· ὄψις ὄσφρησις γεῦσις ἁφή τε καὶ ἀκοή. Εἰ δὲ καὶ ἀριθμόν τις βούλεται ὡρισμένον εἶναι τὸν τῶν πέντε πόλεων ἀριθμόν, οὐδὲ οὕτως ψεῦδος περιθήσει τῷ λόγῳ· ὀλίγοι γὰρ <οἱ> ἐξ ἀρχῆς τὸ σωτήριον δεξάμενοι κήρυγμα, ηὐξήθη δὲ κατὰ μέρος τῆς εὐσεβείας τὰ σπέρματα. Μίαν δὲ πόλιν Ἀσεδὲκ καλουμένην, τουτέστι πόλιν δικαιοσύνης, οὐ μίαν τινὰ ἐξαίρετον λέγει ἀλλ' ἀντὶ τοῦ μίαν ἑκάστην. 19Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ. Εἰ δὲ τὰ ἐπὶ Ὀνίου γεγενημένα φαῖεν Ἰουδαῖοι προηγορεῦσθαι, τῆς ἀληθείας διαμαρτάνουσιν. Τοῦ γὰρ Νόμου σαφῶς διαγορεύσαντος μὴ χρῆναι πανταχοῦ τῷ θεῷ θύειν, ἕνα δὲ ταῖς θυσίαις ἀφορίσαντος τόπον, παράνομον ἦν ἄντικρυς τὸ ἐν Αἰγύπτῳ γενόμενον. Οὐκ ἂν δὲ τὰ παράνομα ὡς ἔννομα ὁ προφητικὸς προηγόρευσε λόγος. ∆ῆλον τοίνυν ὡς θυσιαστήριον τὸ ἡμέτερον λέγει καὶ στήλην τὸν θεῖον νεών. Ἑνικῶς δὲ καὶ οὐ πληθυντικῶς λέγει, ἐπειδὴ καὶ τὴν ἐκκλησίαν πολλάκις τὴν καθ' ὅλης τῆς οἰκουμένης ἑνικῶς ὀνομάζει «ἥτις ἐστί» φησιν «ἐκκλησία θεοῦ ζῶντος» ὁ θεῖος ἀπόστολος, καί· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.» Καὶ ἡμεῖς προσευχόμενοι ὑπὲρ τῆς ἁγίας καὶ μόνης καὶ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φαμέν. Οὕτω τοίνυν κἀνταῦθα διὰ τοῦ ἑνὸς θυσιαστηρίου τὰ πολλὰ σημαίνει καὶ διὰ τῆς μιᾶς στήλης τοὺς πολλοὺς εὐκτηρίους οἴκους. 20Ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, <κρίνων σώσει αὐτούς>. Οὐδὲ τοῦτο ἁρμόζει τῷ Ὀνίᾳ· οὐδὲ τῶν Αἰγυπτίων τὸν θεὸν ἱκετευσάντων οὗτος εἰς τὴν ἐκείνων ἐπικουρίαν ἐπέμφθη ἀλλὰ φεύγων εἰς τὴν Αἴγυπτον ἀπελήλυθεν. Τινὲς μὲν οὖν τῶν ἑρμηνευτῶν τὸν κύριον ἔφασαν διὰ τούτων σημαίνεσθαι, ἐγὼ δὲ ταύτην οὐ προσίεμαι τὴν διάνοιαν· οὐ γὰρ αὐτὸς ἀπεστάλη εἰς Αἴγυπτον ἀλλ' αὐτὸς ἀπέστειλεν ἄνθρωπον· πρὸ δὲ τῶν ἄλλων ὁ μακάριος Μᾶρκος ὁ εὐαγγελιστὴς ἐκείνων ἡγήσατο καὶ τὸν ἱερὸν αὐτῶν διεκόσμησε θρόνον. 21Καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώ σονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίαν καὶ δῶρον. Ἡμέραν δὲ τὸν καιρὸν καλεῖ, θυσίαν καὶ δῶρον τὴν μυστικὴν λειτουργίαν. Καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. Εὐχὰς καλεῖ τὰς ὑποσ χέ σεις , ἃς οἱ πολλοὶ καλοῦσι τάγματα. Τοῦτο καὶ ὁ ψ αλ μῳδὸς δηλοῖ· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Καὶ δηλοῖ τί ἐπηγγείλατο· «Ὁλοκαυτώ ματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων.» 22Καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. Πληγὴν λέγει τὴν τῆς βασιλείας ἀφαίρεσιν, ἴασιν δὲ τὴν θείαν ἐπίγνωσιν. Καταλύσας γὰρ αὐτῶν τὴν βασιλείαν ἐδίδαξε τὴν εὐσέβειαν. 23Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι πρὸς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους· καὶ δουλεύ σουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσύριοι πάλαι καὶ οἱ Σύροι προσηγορεύοντο. Σημαίνει τοίνυν τὴν