1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

131

διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον. Τοὺς ἀπιστήσαντας ἐνταῦθα καταλιπὼν τοῖς πεπιστευκόσι προσφέρει τοὺς λόγους· τούτους γὰρ καὶ τοῦ θεοῦ καὶ τῆς δικαιοσύνης ἐραστὰς ὀνομάζει. Ψυχαγωγεῖ δὲ αὐτοὺς ὡς ὀλίγους ὄντας καὶ ἀποβλέπειν εἰς τοὺς προγό νους παρα κελ εύεται καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας ἀναμιμνῄσκει καὶ τῶν πολλῶν ἐξ ἐκείνων βλα στου σῶν μυριάδων. Τοῦτο δὲ κἀν τοῖς θείοις εὐαγγελίοις πεποίηκεν· «Μὴ φοβοῦ» γάρ φησι «τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν βασιλείαν.» Οὕτω κἀνταῦθα. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἐξ ἧς ἐλατομήθητε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ἐξ οὗ ὠρύχθητε. Στερεὰν πέτραν τοῦ Ἀβραὰμ τὸ γῆρας ὀνομάζει, τὴν δὲ Σάρραν οὐ λάκκον ἀλλὰ βόθυνον λάκκου διὰ τὸ ἄνυδρον· «Ἐξέ λιπε» γάρ φησι «Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.» Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν», παρ' ἐλπίδα μὲν διὰ τὸ γῆρας καὶ τὴν φύσιν τῆς Σ άρρας -στερίφη γὰρ ἦν-, ἐπ' ἐλπίδι δὲ τῆς θείας ἐπαγγελίας. Καὶ πάλιν· «Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρω μένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐν<ε>δυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπαγγέλλεται δυνατός ἐστι καὶ ποιῆσαι.» Οὕτω κἀνταῦθα εἰρηκὼς ὁ προφητικὸς λόγος· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἐξ ἦς ἐλατομήθητε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ἐξ οὗ ὠρύχθητε, σαφέστερον τὸν λόγον διὰ τῶν ἐπαγομένων πεποίηκεν· 2Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτὸν καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλή θυνα αὐτόν. Οὐδὲν ἐμποδὼν τῇ ἐμῇ δ υνάμει ἐγένετο· οὐ τὸ μόνον εἶναι τὸν κληθέντα, οὐ τὸ ἐπικείμενον γῆρας, οὐχ ἡ φυσικὴ τ ῆς Σάρρας ἀσθέν εια· ἀλλ' ηὐξήθη τὸ γένος ὡς ἠβουλήθην. Μηδὲ ὑμεῖς τοίνυν ἀπιστήσητε· εὐαρ ιθμή τους γὰρ ὑμᾶς ὄντας ἀριθμοῦ κρείττους ἐργά σομαι. Τοῦτο γὰρ ἐπήγαγεν· 3Καὶ σὲ νῦν παρακαλέσω Σιὼν καὶ παρακαλέσω πάντα τὰ ἔρημα αὐτῆς <καὶ θήσω πάντα τὰ ἔρημα αὐτῆς> ὡς τὸν παράδεισον τρυφῆς καὶ τὰ πρὸς δυσμαῖς αὐτῆς ὡς τὸν παράδεισον κυρίου. Οὐ τὰ οἰκού μενα ἀλλὰ τὰ ἔρημα, οὐδὲ τὰ πρὸς ἕω ἀλλὰ τὰ πρὸς ἑσπέρ αν κείμενα. Ἴσασι δὲ οἱ αὐτόπται τῆς πόλεως ὡς ὁ μὲν Ἰουδαίων νεὼς πρὸς ἕω ἔκειτο τῆς πόλεως, ὁ δὲ σταυρὸς καὶ ἡ ἀνάστασις πρὸς ἑσπέραν. Καὶ αὐτὰ δὲ ταῦτα πάλαι ἔξω τῶν περιβόλων ὄντα ἐτύγχανεν· καὶ μάρτυς ὁ θεῖος ἀπόστολος λέγων· «∆ιὸ καὶ Ἰησοῦς ἔξω τῆς πύλης ἔπαθεν. Ἐξερχώμεθα τοίνυν πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Προλέγ ει τοίνυν· Ὅσαπερ ἦν τῆς πόλεως ἔρημα καὶ πρὸς ἑσπέραν διακείμενα, ταῦτα τῷ τοῦ θεοῦ παρ αδείσῳ προσόμοια ἔσται· ταῦτα γὰρ ἀληθῶς ἔχει τὸ ξύλον τῆς ζωῆς. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομο λόγησιν καὶ φωνὴν αἰνέσεως. Καὶ ταῦτα ὁρῶμεν κα τὰ ταύτην τὴν ἡμέραν πληρούμενα· ἀντὶ γὰρ τοῦ καπνοῦ καὶ τῆς κνίσης καὶ τῆς κατὰ νόμον |165 a| λατρείας, ἣν οὐδὲ πάλαι καταθύμιον ἔσχε τῶν ὄλων ὁ κύριος, νύκτωρ καὶ μεθ' ἡμέραν ὕμνους ἡ Σιὼν ἀναπέμπει τῷ τῶν ὅλων θεῷ· τῶν γὰρ ὑμνούντων πεπλήρωται. 4Ἀκούσατέ μου ἀκούσατέ μου λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίζεσθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Καὶ ταῦτα τῷ νέῳ προθεσπίζει λαῷ καὶ δηλοῖ τῶν βασιλέων τὸ πλῆθος· πρὸς πολλοὺς γὰρ ἀλλ' οὐ πρὸς ἕνα διαλέγεται. ∆ηλοῖ δὲ καὶ τοῦ καινοῦ νόμου ἡ μνήμη, ὃν οὐκ Ἰουδαίοις ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλ λεται δώσειν καθάπερ ἡλιακὴν αὐτοῖς καταπέμπων ἀκτῖνα καὶ τῆς ἀγνοίας ἀφανίζων τὸ σκό τος . 5Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐν τῷ βραχίονί μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομε νοῦσι καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Βραχίονα τὴν δύναμιν καλεῖ· μεγίστη γὰρ ἀπόδειξις αὕτη τῆς θείας δυνάμεως τὸ διὰ σταυροῦ καὶ ἀτιμίας καὶ θανάτου τῆς οἰκουμένης κρατῆσαι, τὸ ἁλιέας καὶ τελώνας