1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

114

προμηνύων τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης καλεῖ, οὐκ ἐπειδὴ ἔμψυχα τα ῦτα, ἀλλ' ἐπειδὴ καὶ ἀθυ μούντων ἡμῶν σκυθρωπὰ δοκεῖ φαίνεσθαι καὶ γεγηθότων εἰκότως φαιδρότερα, οὐκ αὐτὰ μεταβαλλόμενα ἀλλ' ἡμῖν οὕτω φαινόμενα. Εἰ δέ τις καὶ τὰς ἐπουρανίους δυνάμεις διὰ τῶν οὐρανῶν νοεῖν βούλοιτο καὶ θεμέλια τῆς γῆς τοὺς ἁγίους προφήτας ὡς αὐτοὺς ταύτην ἐρείδοντας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· καὶ γὰρ ὁ κύριος ἔφη· «Χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Οὕτω καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς νοηθήσεται ξύλα· μετὰ γὰρ τὴν ἐπάνοδον τοῦ Ἰσραὴλ γεωργούμενα ἐτεθήλει καὶ εὐφροσύνην τοῖς ὄρεσι προὐξένει. 24Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας. Τρία κατὰ ταὐτὸν ὁ λόγος ἐδίδαξεν· ὅτι καὶ δημιουργός ἐστι καὶ δεσπότης καὶ κηδεμών. Τὸ μὲν γὰρ κύριος τὴν δεσποτείαν δηλοῖ, τὴν δὲ κηδεμονίαν ἡ λύτρωσις, τὴν δὲ δημιουργίαν ἡ πλάσις. Ἐγὼ κύριος ὁ συντελῶν ταῦτα πάντα. Ἐγώ σοι καὶ τὰ σκυθρ ωπὰ ἐπή γαγον καὶ τὰ θυμήρη προσοίσω. Εἶτα δείκνυσιν ἀπὸ τῶν ἤδη γεγενημένων τὸ δυνατόν· Ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. Ἱκανὰ καὶ ταῦτα διελέγξαι τὴν Ἀρείου καὶ Εὐνομίου παρα-πληξίαν· Τίς γὰρ ὁ μόνος ταῦτα δημιουργήσας; Ὁ πατήρ; οὐκοῦν οὐ δημιουργὸς ὁ υἱός· Ἀλλ' ὁ υἱός; οὐκοῦν οὐ δημιουργὸς ὁ πατήρ· εἰ δὲ πατὴρ καὶ υἱός, πῶς τὸ μόνος νοήσωμεν; ἦ δηλονότι τὴν μίαν τῆς τριάδος θεότητα. Ἀλλὰ ταῦτα καὶ ἐν ἑτέροις ἡμῖν ἱκανῶς ἀποδέδεικται· τῆς ἑρμηνείας τοίνυν ἐχώμ εθα. Τίς ἕτερος 25διασκεδάσει; Ἐμοῦ φησι βουλομένου τι πρᾶξαι τίς ἀντιπράξει; Τίς ἀν τιστῆ ναι τολμήσει; ∆ιασκε δάσω σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας. Τὰ μὲν γὰρ ἐμὰ οὐδεὶς διασκεδάσαι δυνήσεται, ἐμοὶ δὲ ῥᾴδιον κατασβέσαι τὴν πλάνην. Ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων. Οὐ μόνον δὲ τοὺς τὰ ἐσόμενα μαντευο μένους ψευδομένους δείξω, ἀλλὰ καὶ τῶν ἐπὶ σοφίᾳ βρενθυομένων τὴν ἀφροσύν ην ἐλέγξω. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» 26Καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ. Αὐτὸν τὸν προφήτην τὸν τοῖσδε τοῖς λόγοις αὐτοῦ διακονοῦντα ἐνταῦθα προσηγόρευσε παῖδα. Καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Οὐ μόνον δέ φησι τούτου ἀλλὰ καὶ τῶ ν ἄλλων, ὅσοι τοὺς θείους διαπορ θμεύουσι λόγους. Τοῦτο δὲ ἐνταῦθα οὐχ ἁπλῶς εἴρηκεν ἀλλ' εἰς τὴν τῶν ῥηθησομένων βεβαίωσιν· προθεσπίζει γὰρ ἐν τοῖς ἑξῆς τοῦ τε Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος <τὴν> βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς Ἱερουσαλὴμ οἰκο δομία ν καὶ τὴν τῆς Βαβυλῶνος πανωλεθρίαν. ∆ιὰ τοῦτο προλαβὼν ἔφη· Ἱστῶν ῥήματα παιδὸς αὐτοῦ. Ὁ λέγων τῇ Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀναστήσω. Ἔδειξεν ὁ λόγος τὸ παντοδύναμον τοῦ ποιητοῦ· Λέγω γάρ φησι μόνον, καὶ γίνεται ὃ βεβούλευμαι· λόγῳ γὰρ καὶ τὴν κτίσιν παρήγαγον. 27Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ἄβυσσον ἐνταῦθα τὴν Βαβυλῶνα ὠνόμασε, ποταμοὺς δὲ |156 a| αὐτῆς τῶν οἰκητόρων τὰ πλήθη, οὓς δίκην ποταμῶν ὑποδεχομένη τῆς θαλάττης ἐμιμεῖτο τὰ κύματα. 28Ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιεῖσθαι. Ἐγώ φησι τὸν Κῦρον παρασκευάσω το ῦ σω φρονεῖν καὶ τὸ ἐμὸν πληροῦν βούλημα. Καὶ δεικνὺς ποῖον βούλημα, ἐπήγαγεν· Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. 451Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ. Χριστοὺς ἡ θεία γραφὴ προσαγορεύει οὐ μόνον τοὺς χριομένους ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἀφοριζομένους. Οὕτω καὶ τῶν πρὸ τοῦ νόμου πατέρων μνημονεύσας ἔφη· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου.» Ἐνταῦθα μέντοι τὸν Κῦρον χριστὸν ὠνόμασε διδάσκων ὡς αὐτὸς αὐτὸν ἐχειροτόνησε βασιλέα ὥστε καὶ τὴν Βαβυλωνίων δυναστείαν καταλῦσαι καὶ τὴν τῶν Ἰουδαίων αἰχμαλωσίαν λῦσαι καὶ τὸν θεῖον οἰκοδομῆσαι νεών. Οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν