1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

129

σκῦλα τοῦ διαβόλου γεγενημένους ἥρπασε καὶ τῆς σωτηρίας ἠξίωσεν. Γνώσονται τοίνυν φησὶν ἅπαντες ὅτι ἐγὼ ταῦτα εἰργασάμην ὁ δυνάστης τοῦ Ἰακώβ, ὁ ἐξ Αἰγύπτου τοῦ Ἰακὼβ τοὺς ἀπογόνους ἐξ αγαγών, ὁ τὴν Ἐρυθρὰν Θάλατταν διελών, ὁ τὰ μυρία θαύματα ἐργασάμενος. «Ἐγὼ» γάρ εἰμί φησι «θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.» Τοῦτον ἡμεῖς ὑμνήσωμεν· οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν οὐραν ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. 16 ΤΟΜΟΣ Ιῃʹ 501Οὕτως λέγει κύριος· Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; Τὴν τελευταίαν πολιορκίαν προλέγει καὶ τὴν ἐσχάτην τοῦ ναοῦ ἐρημίαν ἣν Ῥωμαίων αὐτοῖς ἐπιστρατευσάντων ὑπέμειναν. Καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν προμηθείας τὸν δεσπότην ἐσταυρω κότες. Κέχρηται δὲ πάλιν προσωποποιίᾳ καὶ ἑαυτὸν μὲν ἄνδρα καλεῖ, τὴν δὲ πόλιν γυναῖκα, αὐτοὺς δὲ υἱοὺς οὐκέτι αὐτοῦ ἀλλ' ἐκείνης· βιβλίον δὲ ἀποστασίου, ὃ καλεῖν εἰώθασιν οἱ πολλοὶ ῥεπούδιον, ὀνομάζει. Ἐρευνή σα τέ φησι καὶ μάθετε τὴν αἰτίαν τοῦ χωρισμοῦ. Ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἆρα χρέ ος ὀφείλων ἀπεδόμην ὑμᾶς, ὅπερ τινὲς ποιεῖν εἰώθασιν ἑτέρωθεν ἐκτῖσαι οὐ δ υνάμενοι; Ταῦτα κατ' ἐρώτησιν εἰρηκὼς διδάσκει αὐτὸς τὰς αἰτίας· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. ∆ιὰ τὴν ὑμετέραν ἀσέβειαν καὶ παρανομίαν καὶ ἡ ὑμετέρα μήτηρ, τουτέστιν ἡ πόλις καὶ ὁ νεώς, τὴν ἐρημίαν ὑπέμειναν, καὶ ὑμεῖς τῆς ἐμῆς γυμνωθέντες κηδεμονίας Ῥωμαίοις δουλεύετε. ∆ι δάσκει δὲ τῆς παρανομίας τὸ εἶδος· 2∆ιότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ἤνεγκα πολλάκις ὑμᾶς εἰδώλοις πεπιστευκότας, μυρία ἕτερα παράνομα δεδρακότας· ἀλλὰ τὸ νῦν ὑφ' ὑμῶν τολμηθὲν οὐδεμίαν ἔχει συγγνώμην, ἀνήκεστον δέ ἐστι καὶ ἀνίατον. Οὐκέτι γὰρ διὰ τῶν προφητῶν εἰργασάμην ἀλλὰ καὶ δούλου μορφὴν ἀναλαβὼν συνεπολιτευσάμην ὑμῖν ὡς ἄνθρωπος καὶ πολλάκις ὑμᾶς καλέσας καὶ παρακαλέσας οὐκ ἔπεισα. Μαρτυρεῖ τούτοις καὶ τῶν θείων εὐαγγελίων ἡ ἱστορία· Ἰησοῦς γάρ φησιν ἔκραξε καὶ ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέςθω πρός με καὶ πινέτω», καὶ πάλιν· «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», καὶ πολλὰ τοιαῦτα ἕτερα οἱ θεῖοι διδά σκουσιν ἡμᾶς εὐαγγελισταί. Οὕτω τοι γαροῦν ἡμᾶς ὁ προφητικὸς ἐδίδαξε λόγος ὡς τὴν ἐσχάτην αὐτοῖς πανω λεθρίαν ἡ κατὰ τοῦ δεσ πότου μανία προὐξένησεν. Εἶτα πάλιν κατ' ἐρώτησιν· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; Ὑπολαμβά νετέ μέ φησι δι' ἀσθένειαν ἡττηθῆναι ὑπὸ τῶν πολεμίων; Οὐκ ἔστιν οὐ δενὶ συνιδεῖν ὡς ῥᾴδιον ἦν μοι καὶ εὐπετὲς πάντων ὑμᾶς ἀποφῆναι κρείττους; Ἔπειτα αὐτοὺς τῶν ὑπ' αὐτοῦ γεγενημένων ἀναμιμ νῄσκει· Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλατταν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀπολοῦνται ἐν δίψει. Ταῦτα δὲ ὁ Σύμμαχος ὡς ἤδη γεγενημένα τέθεικεν· «Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλατταν ἐποίησα ποταμοὺς ἔρημον, καὶ ἐσάπησαν οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ.» Ταῦτα δὲ πεποίηκεν ὁ τῶν ὅλων θεὸς τῆς Αἰγυπτίων αὐτοὺς ἀπαλλάξας δουλείας· τότε γὰρ καὶ τὴν Ἐρυθρὰν διεῖλε Θάλατταν καὶ τὸν Ἰορδάνην διέκοψε ποταμὸν καὶ τοὺς κατὰ τὸν πόρον εὑρεθέντας ἰχθύας νεκροὺς ἔδειξεν ὡς τῶν τροφίμων γυμνωθέντας ὑδάτων. |164 a| Εἰ δὲ καὶ ἐπὶ μέλλοντος χρόνου ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα νοηθείη, οὐδὲν λυμανεῖται τῇ διανοίᾳ· διδάσκει γὰρ ἀπὸ τῶν μειζόνων ὅτι καὶ τὰ ἐλάττω ποιῆσαι δυνήσεται· ῥᾴδιον γάρ μοί φησι καὶ τὴν θάλατταν ξηρᾶναι καὶ τῶν ποταμῶν ἀφανίσαι τὰ ῥεύματα, πολλῷ δὲ τούτων ῥᾴδιον ἦν τὴν ἐπελ θοῦσαν ὑμῖν στρατιὰν καταλῦσαι. 3Ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ. Τοῦτο καὶ πεποίηκε καὶ ποιήσει. Πεποίηκε μὲν ἡνίκα ἐσταυρώθη· «Ἀπὸ γὰρ ἕκτης ὥρας ἕως