1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

78

πάλιν ὁ προφήτης ἐχρήσατο, αὐτὸς ἀντ' ἐκείνης προσφέρων τὴν δέησιν. Ἐκόμισε δὲ καὶ τὴν ἀπόκρισιν· Ἐλεῶν ἐλεήσει σε πρὸς τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν ἐπήκουσέ σου. Ἔοικε ταῦτα τῷ εὐαγγελικῷ λόγῳ ὃν ὁ κύριος ἔφη· «Ὧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Καὶ ἐνταῦθα γὰρ τὸν ἔλεον τῇ προθυμίᾳ τῆς μετανοίας ἐμέτρησεν· φωνὴν γὰρ τὴν προθυμίαν ἐκάλεσεν. Ἀντὶ τοῦ· πρὸς τὴν σπουδήν σου, πρὸς τὴν ἐπιστροφήν σου δέξῃ τὸν ἔλεον. 20Καὶ δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν. Ἐπειδὴ γὰρ τὸν κόρον οὐκ ἤνεγκας ἀλλὰ βλάβην ἐκεῖθεν εἰσεδέξω καὶ νόσον, τοῖς ἐναντίοις χρήσεται φαρμάκοις ὁ ἰατρός. Καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε, ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλα νῶντάς σε 21<καὶ τὰ ὦτά σου ἀκούσεται τοὺς λόγους τῶν ὀπίσω πλανησάντων σε> τῶν λεγόντων· Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε εἰς δεξιὰ εἴτε εἰς ἀριστερά. Τοὺς ψευδοπροφήτας καὶ τοὺς δυσσεβεῖς ἄρχοντας διὰ τούτων δεδήλωκεν. 22Καὶ μιανεῖ τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περι κεχρυσωμένα καὶ λεπτὰ ποιήσεις καὶ λικμήσεις καὶ ποιήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά. Ταῦτα ἀκριβέστερον μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονεν οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων μόνων ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰ πάλαι θεοποιούμενα εἴδωλα συντριψάντων καὶ βδελυξαμένων πλέον ἢ τὴν δυσωδεστάτην κόπρον. Ἐγένετο δὲ ὡς ἐν τύ πῳ τινὶ καὶ ὑπὸ Ἐζεκίου καὶ ὑπὸ Ἰωσίου τῶν εὐσεβῶν βασιλέων καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῖς εἰρημένοις παρα πλήσια. 23Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοςκηθήσεταί σου τὰ κτήνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. Εὐετηρίαν αὐτοῖς καὶ καρπῶν εὐθηνίαν κ αὶ σωματικῶν ἀγαθῶν ἀπόλαυσιν ἐπαγγέλλεται· περὶ ταῦτα γὰρ κεχήνασι μᾶλλον. Ἐν δὲ τῇ Καινῇ ∆ιαθήκῃ ἐπὶ τὰ τέλεια παιδεύων ἀπαγορεύει τῶν τοιούτων τὴν αἴτησιν· «Μὴ μεριμνήσητε» γάρ φησι «τί φάγητε ἢ τί πίητε ἢ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Αἰτεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα ἐκ περιττοῦ προστεθήσεται ὑμῖν.» Τούτοις δὲ περίγειον ἔχουσι φρόνημα τῆς γῆς ἐπαγγέλλεται τοὺς καρπούς. 25Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι. 26Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς αὐτοῦ ἰάσεται. Οἱ ἐξαπίνης ἀντὶ τῶν λυπηρῶν τὰ θυμήρη δεχόμενοι καὶ τὴν ἡμέραν λαμπροτέραν ὁρῶσι καὶ τὸν ἥλιον πολλῷ τοῦ συνήθους φανότερον· ὥσπερ αὖ οἱ πενθοῦντες σκότος ὑπολαμβάνουσι καὶ τὸ φῶς. Τὴν ἐσομένην τοίνυν αὐτοῖς εὐφροσύνην διὰ τὴν ἐπάνοδον προδεδήλωκεν· οὐ γὰρ τὰ στοιχεῖα πολλαπλάσιον ἔσχε τὸ φῶς, ἀλλ' οἱ ἐν ἀθυμίᾳ ὄντες ταῦτα ἑώρων λαμπρότερα. Ταῦτα δέ φησιν ἔσται μετὰ τὴν τῶν Βαβυλωνίων κατάλυσιν. Αὐτοὺς γὰρ καὶ πολλοὺς διὰ τὸ πλῆθος καὶ πύργους διὰ τὴν δυναστείαν ὠνόμ ασεν . Τὸ δὲ ἐπὶ παντὸς ὄρους καὶ βουνοῦ ὕδατα ἀναβλύζειν οὐχ εὑρίσκομεν πληρωθὲν κατὰ τὸ ῥητόν, ἴσμεν δὲ ὅμως ἡμεῖς ἀψευδῆ τοῦ θεοῦ τὴν ὑπόσχεσιν. Οὗ δὴ χάριν ἀνάγκη, κἂν μὴ θέλωσιν οἱ Ἰουδαῖοι, τροπικῶς νο ῆσαι τὴν πρόρρησιν καὶ τὴν ἔκβασιν εὑρεῖν μετὰ τὴν ἐνανθρώπησιν τοῦ δεσπότου Χριστοῦ· τότε γὰρ ἡ διψῶσα τῶν ἀνθρώπων φύσις οἷόν τινα ὕδατα τοὺς θείους ἀποστόλους ἐδέξατο. Ταῦτα οὕτω προαγορεύσας εἰς τὸν Ἀσσύριον μεταφέρει τὸν λόγον · 27Ἰδοὺ τὸ ὄνομα κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ. Ἐπειδὴ μέγιστον ἦν θαῦμα τὸ δίχα χειρῶν ἀνθρω πίνων τοσαύτας μυριάδας |138 b| πεσεῖν, ταὐτὸ δὲ τοῦτο πεπόνθασι καὶ Αἰγύπτιοι ὑποβρύχιοι πάντες ἐν τῇ θαλάττῃ