1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

96

ἐξαποστείλας ὑπέσχετο τὴν ζωήν· 385Τάδε γάρ φησι λέγει κύριος ὁ θεὸς ∆αυὶδ τοῦ πατρός σου. Πάλιν αὐτὸν τοῦ προπάτορος ἀναμιμνῄσκει δεικνὺς τὴν τῶν τρόπων συγγένειαν. Εἶτα καὶ τῆς προ σευχῆς ἀκηκοέναι φησὶ καὶ τὰ δάκρυα τεθεᾶσθαι καὶ δεδέχθαι τὴν δέησιν· καὶ πέντε καὶ δέκα ἐτῶν ζωὴν ἐπαγγέλλεται καὶ εἰρήνην ἀκραιφνῆ καὶ διηνεκῆ πρόνοιαν. ∆ίδωσι δὲ αὐτῷ καὶ σημεῖον τῶν ἐπαγγελιῶν , ὃ πᾶσιν ἀνθρώποις ἔμελλε κατάδηλον ἔσεσθαι· 8Ἰδοὺ γὰρ ἐγώ φησι στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου Ἄχαζ τοῦ πατρός σου, ἀποστρέψω εἰς τὰ ὀπίσω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. Τοῦτο καὶ εἴρηκε καὶ πεποίηκεν ὁ θεός. Ὁ μέντοι Σύμμ αχος ταῦτα οὕτω τέθεικεν· «Ἰδοὺ ἐγὼ παλινδρομῶ τὴν σκιὰν τῶν ἀναβαθμῶν ὧν κατέβη ἐν τῷ ὡρολογίῳ Ἄχαζ τὸν ἥλιον ὀπισθίως δέκα ἀναβάσεις.» ∆ηλοῖ τοίνυν ὁ λόγος μηχάνημά τι ὡροσκο ποῦν περὶ τοὺς βαθμοὺς ὑπὸ τοῦ Ἄχαζ κατεσκευάσθαι καὶ ἐν ἐκείνοις δοθῆναι τοῦ ἡλίου τὸ θαῦ μα. Εἶτα σωτηρίας ἀπολαύσας ὁ μακάριος Ἐζεκίας ὕμνοις ἀμείβεται τὸν τῶν ὅλων θεὸν καί φησιν· 10Ἐγὼ εἶπα· Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι. Ὅτε ὑψώθην καὶ περίβλεπτος ἐγενόμην, τότε δέχομαι τοῦ βίου τὸ πέρας. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου ∆αυὶδ εἰρημένον· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ |146 b| σαλευθῶ εἰς τὸν αἰῶνα.» Ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Τὴν τοῦ θανάτου φησὶ παρὰ τοῦ θεοῦ δεξάμενος ψῆφον ἀπέγνων τῆς σωτηρίας. 11Εἶπον· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων. Οὐκέτι φησὶν ὄψομαι κατὰ τόνδε τὸν βίον τὰς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ γιγνομένας θαυματουργίας. Οὐ μὴ ἴδω ἄνθρωπον ἔτι μετὰ κατοικούντων. Ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν 12τῆς ζωῆς μου. Ἀλλότριος ἐγενόμην τῶν ζώντων, ξένος τῶν συγγενῶν μου. Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ' ἐμοί. Σκηνὴν καλεῖ τὸ σῶμα, ἔνοικον δὲ τὴν ψυχήν, ἧς ἀναχωρούσης ἔοικε τὸ σῶμα καταλυομένῃ σκηνῇ. Εἶτα καὶ ἑτέραν εἰσάγει παραβολήν· Ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. Ἐῴκειν φησὶν οὐ μόνον σκηνῇ καταλυομένῃ ἀλλὰ καὶ ὑφάσματι ἐν ἱστῷ μὲν ὄντι, οὐκ εἰς μακρὰν δὲ θεριζομένῳ. Πρὸς τούτοις διδάσκει τῆς νόσου τὴν χαλεπότητα· Παρεδόθην γάρ φησιν 13ἕως πρωὶ ὡς λέοντι· οὕτω συνέτριψε πάντα τὰ ὀστᾶ μου. Ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθη<ν>. Ἐπειδὴ δὲ παρ' ἐλπίδα τῆς σωτηρίας ἀπήλαυσα, χελιδόνος καὶ περιστερᾶς τὴν ἀδολεσχίαν μιμήσομαι ὕμνους ὑφαίνων σοὶ τῷ χορηγῷ τῆς ζωῆς. 14Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ μὴ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου 15τὴν ὀδύνην τῆς ψυχῆς. Πᾶσαν γὰρ ἀνθρωπίνην καταλιπὼν μηχανὴν πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· σὺ δέ με οἰκτείρας τῆς ἐπικειμένης ὀδύνης ἀπήλλαξας. 16Κύριε περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοί. Περὶ τούτου γάρ φησι καὶ τὴν ἱκετείαν προσήνεγκά σοι. Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα. Ἐπανήγαγες γὰρ ταύτην μέλλουσαν κατασβέννυσθαι. 17Ἰδοὺ εἰς εἰρήνην ἡ πικρία μου. Μετε βλήθη φησὶν εἰς θυμηδίαν ἡ λύπη. Εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήςουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐγκαταβαίνοντες εἰς λάκκον τὴν ἀλήθειάν σου· 19οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ἡνίκα ἠσθένει, τὴν οἰκείαν εὐσέβειαν ὑπέδειξε τῷ θεῷ, καὶ τῆς σωτηρίας τυχὼν τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὑμνεῖ ὡς τοῦ θανάτου διὰ ταύτην ἀπαλλαγείς. Ἀπέρριψας γάρ μού φησι τὰς ἀνομίας καὶ ἔδωκάς μοι πάλιν πρόφασιν εἰς κτῆσιν δικαιοσύνης· τοῖς γὰρ ἔτι ζῶσι τοῦτο ποιεῖν ῥᾴδιον· οἱ γὰρ τεθνεῶτες ἔξω τῆς ἐμπορίας γεγένηνται. Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αυίδ· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, 20κύριε τῆς σωτηρίας μου· καὶ οὐ