1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

159

νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήςεται κύριος ἐπὶ σοί. Ἐπειδὴ τῆς νύμφης ἐμνημόνευσεν, ἀναγκαίως καὶ τῆς παρθένου τέθεικε τὴν εἰκόνα, ἵνα δείξῃ τοῦ γάμου τὸ διάφορον. 6Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσουσι μιμνῃσκόμενοι κυρίου. Ἱερουσαλὴμ πάλιν αὐτὴν ὀνομάζει τὴν νύμφην, φύλακας δὲ καλεῖ τοὺς κατὰ πόλιν καὶ κώμην τῶν εὐσεβῶν λαῶν ἡγουμένους, οἵτινες νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ἀνυμνοῦντες τὴν θείαν φυλάττουσι πόλιν. Εἰ δὲ καὶ ἀγγέλους τούτους ὑπολάβοι τις εἶναι, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. «Παρεμβαλεῖ» γάρ φησιν «ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 7Οὐκ ἔστι γὰρ ὅμοιος ὑμῖν. Οὐδένα γὰρ ἄλλον φησὶ τοιο ῦτον εὑρήσετε δίκαιον, ἅγιον, ἀληθῶς θεόν, ἐπιμελῶς ὑμῶν προμηθούμενον. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωυσῆς· «Τίς ὅμοιός σοι ἐν θεοῖς κύριε; Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις;» Οὕτω καὶ ὁ θ εῖος ∆αυίδ· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Οὕτω καὶ ὁ θεῖος Ἱερε μίας · «Πόθεν ὅμοιός σοι κύριε; Πόθεν ὅμοιός σοι βασιλεῦ τῶν ἐθνῶν;» Ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς, καύχημα ἐν τῇ γῇ. Τοῦτο δὲ μαθήσῃ τῆς προτέρας ἀγνοίας ἀπαλλα γ εῖσα καὶ τοὺς αἰχμαλωτεύσαντάς σε δαίμονας ἀνδρείως καταγωνισαμένη. 8Ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσει τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ' ᾧ ἐμόχθησας, 9ἀλλ' οἱ ςυναγα γόντες φάγονται αὐτὸν καὶ αἰνέσουσι τὸν κύριον καὶ οἱ συναγαγόντες πίονται αὐτὸν ἐν ταῖς ἐπαύλεσί μου ταῖς ἁγίαις. Σοῦ γὰρ γενναίως ἀγωνιζομένης ἐγὼ στρατηγήσω καί, ἐπειδὴ οὐδένα ἄλλον ἔχω μείζονα καθ' ὃν ὀμνύναι δεῖ, κατὰ τῆς οἰκείας δόξης καὶ κατὰ τῆς οἰκείας δυνάμεως ὄμνυμι, ὡς σοὶ τοὺς σοὺς φυλάξω καρποὺς καὶ οὐ συγχωρήσω τούτους ἁρπαγῆναι συνήθως, ἀλλὰ σὺ τῶν πόνων ἀπολαύσῃ τῶν σῶν. Σῖτον δὲ καὶ οἶνον καὶ βρώματα τροπικῶς τοὺς τῆς δικαιοσύνης νοητέον καρπούς. 10Πορεύεσθε, περιέλθετε διὰ τῶν πυλῶν μου, σκευάσατε τὴν ὁδὸν καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ ῥίψατε. Καὶ ταῦτα νομίζουσιν Ἰουδαῖοι τὴν αὐτῶν προλέγειν ἐπάνοδον, ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτω τὰ ἑξῆς. Φησὶ γάρ· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη· 11Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Ἀκουστὸν δὲ ἕως ἐσχάτου τῆς γῆς πεποίηκεν ὁ θεὸς οὐ τὸ οἰκοδόμημα τῆς Ἱερουσαλὴμ ἀλλὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς τοῦ δεσπότου ἀνάληψιν καὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν καὶ τῶν μελ λόντων ἀγαθῶν τὴν ἐλπίδα. Τούτοις εὐτρεπισθῆναι κελεύει τοῖς κήρυξι τὴν ὁδὸν καὶ ὁμαλὴν ταύτην καὶ λείαν γενέσθαι τῆς δυσκολίας ἀναιρουμένης. Λίθους γὰρ καλεῖ τὰ κωλύματα. Οὕτω καὶ ἐν τοῖς πρόσθεν ὁ προφητικὸς ἔφη λόγος· «Ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία.» Εἶτα τῆς ὁδοῦ σκευασθείσης κελεύει τοῖς κήρυξιν εἰπεῖν τῇ θυγατρὶ Σιών, τουτέστι τῇ κατὰ τὴν οἰκουμένην ἐκκλησίᾳ· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ 12καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. Οἱ προ φῆται ἔλεγον· «Ἰδοὺ κύριος μετὰ |179 b| ἰσχύος ἔρχεται», ἐνταῦθα δὲ ἐκ προσώπου τῶν ἀποστόλων· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν. Τούτου δὲ τοῦ μισθοῦ καὶ ἄνω ἐμνήσθη καὶ τοῦ ἔργου ὁμοίως, καὶ οὐ χρὴ ταυ το λογίᾳ κεχρῆσθαι. Σὺ δὲ κληθήσῃ ἐπιζη τουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Πάλαι γὰρ ἐγκα τε λέλειπτο· οὔτε γὰρ Μωυσέα τὸν μέγαν οὔτε ἄλλον τινὰ ἐδέξατο τῶν προφητῶν οἰκιστήν. [̓Ε ντεῦθεν ἡμᾶς ἡ προφητεία διδάσκει τοῦ πολέμου τὸν τρόπον, ὃν ὑπὲρ ἡμῶν ὁ δεσπότης ἀ ναδεξ άμενος καὶ νενίκηκε καὶ κατέλυσε τὸν πολέμιον καὶ συνέτριψε τὸν τῆς δουλείας ζυγόν. 631Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος πολλῆς; Σχηματίζει τὸν