1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

85

γὰρ ὑπὸ τῶν πλείστων ἀγνοούμενος διὰ τῶν εὐαγγελικῶν θαυμάτων γνωσθήσομαι, καὶ τῆς πλάνης ἀπαλλαγέντες οἱ ἄνθρωποι ἐπιγνώσονταί με τῶν ὅλων τὸν ποιητήν. Ματαία ἔσται ἡ ὕβρις τοῦ πνεύματος ὑμῶν. Πρὸς Ἰουδαίους λέγει τοὺς καὶ σταυρώσαντας καὶ τῇ ἀπιστίᾳ προσμείναντας. Πῦρ ὑμᾶς κατέδεται, τὸ αἰώνιόν τε καὶ ἄσβεστον. 12Καὶ ἔσται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη, οἱ τὸ σωτήριον μὴ δεξάμενοι κήρυγμα. 13Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀκριβεστέραν γὰρ ἔχουσι τὴν γνῶσιν οἱ «ἐν νόμῳ κυρίου μελετῶντες ἡμέρας καὶ νυκτός», καὶ οἱ πόρρωθεν δὲ θαυμάσουσιν ἀκούοντες τὸ τῆς οἰκο νομίας μυστήριον. 14Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, τρόμος λήψεται τοὺς ἀσεβεῖς. Οὐ πάντας ἔφη ἀποστήσεσθαι τοὺς ἐν Σιὼν ἀλλὰ τοὺς ἀνόμους· οὐδὲ πάντας ἔφη δέξεσθαι τὴν τοῦ δέους ὑπερ βολὴν ἀλλὰ τοὺς ἀσεβείᾳ συζῶντας. Εἶτα προαγορεύει τῆς γεέννης τὴν φλόγα· Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; ∆ιδάσκει καὶ τῶν ταῦτα κηρυττόντων τὴν ἀρετήν· 15Πορευόμενος ἐν δικαιοσύνῃ, τουτέστι τὴν θείαν ὁδεύων ὁδόν. Λαλῶν εὐθέα ἐν ὁδῷ, ἐκεῖνα κηρύττων ἃ παρὰ τῆς ἀληθείας μεμάθηκεν. Οὕτως αὐτῶν δείξας τὴν περὶ τὰ κρείττω τῆς διανοίας σπουδήν, δεί κνυσι καὶ τὸ περὶ τἀναντία μῖσος· Μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα τοῦ μὴ ἀκούειν κρίσιν αἵματος ἀδίκου καὶ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν. Πάντων τῶν αἰσθητηρίων τοῦ σώματος τὸν κόσμον ὑπέδειξεν· τὸ στόμα λαλοῦν τὴν τῶν δογμάτων εὐθύτητα, τὰς χεῖρας δωροδοκίας ἀπεχομένας, τὰ ὦτα τοῖς ἀδίκοις λόγ οις τὰς εἰσό δους ἀποτειχίζοντα, τοὺς ὀφθαλμοὺς τοῖς ἐκ φύσεως κεχρημένους καλύμμασι καὶ περιορᾶν οὐ κ ἀνεχομένους τὰ παρανόμως γινόμενα. Εἶτα τούτων .........................· |141 b| 16Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Ἔχει γὰρ τὸ ἀσάλευτον ἐπὶ τῆς πέτρας ἐρηρεισμένος. Περιττὸς δὲ αὐτῷ καὶ ὁ πλοῦτος· μόνων γὰρ τῶν ἀναγκαίων μεταλαγχάνει· «Ἀρχὴ» γὰρ «ζωῆς ἀνθρώποις» κατὰ τὸν σοφὸν «ἄρτος καὶ ὕδωρ.» Τὸ δὲ τούτων ὕδωρ καὶ πιστὸν ὀνομάζει, καὶ οἶμαι τὸ μυστικὸν διὰ τούτου σημαίνεσθαι. Εἶτα δείκνυσι τῆς ἀρετῆς τοὺς καρπούς· 17Βασιλέα μετὰ δόξης ὄψεσθε. Τὸν ἐπουράνιον λέγει ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἐπὶ τοῦ θρόνου τῆς δόξης καθήμενον κατὰ τὴν αὐτὴν τοῦ κυρίου φωνήν. Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν. Οὐ σκοποῦσι γὰρ κατὰ τὸν θεῖον ἀπόστολον «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». 18Καὶ ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ὁ γὰρ τοῦ θεοῦ φόβος τῆς ἀρετῆς συνεργὸς καὶ τῶν ἀγαθῶν χορηγός. Ποῦ εἰσιν οἱ γραμματικοί; Ποῦ εἰσιν οἱ σύμβουλοι; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς ἀναστρεφομένους, 19μικρὸν καὶ μέγαν λαόν; Οὕτω καὶ ὁ θεῖος ἀπόστολος δείξας τὴν σωματικὴν τῶν κηρύκων ἀσθένειαν ἐπήγαγεν· «Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» ∆ιελή λε<γ>κται γὰρ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας τὸ ψεῦδος καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ὁ φθόνος. Τούτοις ἐπήγαγεν ὁ προφήτης· Ὡς οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι. Τοῦτο δὲ οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Οὐκ ὄψει λαὸν βαθὺν χείλεσιν ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης.» Ἀντὶ τοῦ· ὁμόγλωττοί σού εἰσιν οἱ κήρυκες τῆς ἀληθείας, Ἑβραῖοι τὸ γένος, ἐν τῇ Γαλιλαίᾳ τραφέντες, τὴν αὐτήν σοι γλῶτταν ἔχοντες, ἀλλ' ἑκὼν οὐκ ἐπαΐεις τῶν λεγομένων. Τοῦτο γὰρ δεδήλωκε διὰ τῶν ἑξῆς· Λαὸς ὁ πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Τῆς θείας γὰρ γνώσεως ἑκόντες σφᾶς αὐτοὺς ἀπεστέρησαν, οὗ δὴ χάριν καὶ ἀπερρίφησαν καὶ εὐκαταφρόνητοι πᾶσιν ἀνθρώποις ἐγένοντο. Οὕτω δείξας ὁ προφητικὸς λόγος καὶ τῆς ἀ ληθ είας τοὺς κήρυκας διαλάμποντας καὶ τοὺς ἀντιτείνοντας ἐν αἰσχύνῃ, τῶν εὐσεβῶν πάλιν ὀνο μάζει τὸ σύστημα καὶ τὴν Σιὼν αὐτοῖς καὶ τὴν Ἱερουσαλὴμ ἀπεικάζει· 20Ἰδοὺ Σιὼν ἡ πόλις τὸ σωτήριον ἡμῶν· οἱ