1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

104

ἰσχὺν ἐν βραχεῖ καταναλίσκει χρόνῳ, οὕτω καὶ τῆς ἀληθείας οἱ ἀθληταὶ κρυπτόμενοι καὶ λανθάνοντες τὴν τῶν εἰδώλων κατέλυσαν πλά νην . ∆ιδάσκει δὲ καὶ τὸν τρόπον τῆς νίκης· 15Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χοῦν θήσεις 16καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς αὐτοὺς διασπερεῖ· σὺ δὲ εὐφρανθήσῃ ἐν κυρίῳ ἐν τοῖς ἁγίοις Ἰσραήλ. Ἐπειδὴ σκώληκα αὐτοὺς προσηγόρευσε διὰ τὴν ὁρωμένην εὐτέλειαν, ἐκ διαμέτρου νῦν ἔδειξε τὴν κεκρυμμένην ἰσχύν· καθάπερ γὰρ ἡ πριονοειδὴς ἅμαξα λεπτύνει τὸ δράγμα, |150 b| οὕτω καὶ ὑμεῖς ἅπασαν τὴν κατέχουσαν πλάνην τὴν καὶ τὸ ὕψος τῶν ὀρῶν καὶ τῶν βουνῶν μιμουμένην καὶ λεπτυνεῖτε καὶ λικμήσετε καὶ οἷόν τινι καταιγίδι διασκεδάσαντες παραδώσετε λήθῃ εὐφραινό μενοι καὶ γανύμενοι διὰ τὸ πλῆθος τῶν σῳζομένων. Καὶ ἀγαλλιάσονται 17οἱ πτωχοὶ καὶ ἐνδεεῖς. Τοὺς ἐξ ἐθνῶν λέγει πεπιστευκότας· οὗτοι γὰρ ἦσαν πτωχοὶ τὸν προφητικὸν οὐ δεξάμενοι πλοῦτον. Ζητήσουσιν ὕδωρ καὶ οὐκ ἔσται· ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξήρανται. Ταῦτα πρὸ τῆς κλήσεως ἐπεπόνθεισαν ἐν ἐνδείᾳ διάγοντες καὶ δίψει πολλῷ πιεζόμενοι. Ἐγὼ κύριος ὁ θεός σου, ἐγὼ ἐπ ακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραὴλ καὶ <οὐκ> ἐγκαταλείψω αὐτούς. Εἰ γὰρ καὶ τοῦ Ἰσραὴλ χρηματίζω θεός, ἀλλὰ πάντων εἰμὶ θεός· οὗ δὴ χάριν 18ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς. Τοὺς τὸ τῆς διδασκαλίας χάρισμα πεπιστευμένους οὕτω καλεῖ· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Ἔρημον προσαγορεύει τὰ ἔθνη· τούτοις δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ταῦτα ἐπηγγείλατο. 19Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπά ρισσον καὶ λεύκην, θήσω ἐν τῇ Ἄραβα βράθυ, δαὰρ καὶ θαασοὺρ ἅμα. Ταῦτα τὰ ἀνερμήνευτα ὀνόματα οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Θήσω ἐν τῇ ἀβάτῳ κυπάρισσον, πτελέαν, πύξον.» ∆ηλοῖ δὲ ὁ λόγος, ὡς τῶν ἐν ὕδασι τεθηλέναι πεφυκότων φυτῶν ἡ ἔρημος πληρωθήσεται καὶ ἡ ἄνυδρος τοῖς φιλύδροις κοσμηθήσεται δένδροις-δένδρων δηλαδὴ τῶν ψυχῶν νοουμένων ὑπὸ τῆς θείας χάριτος ἀρδομένων. 20Ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπί στωνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά. Τὸ δὲ παράδοξον τῶν γιγνο μένων τὸν τούτων αἴτιον ἐπιδείξει. Οὕτω δείξας τὴν τῆς ἐρήμου μεταβολὴν πάλιν ἐλέγχει τὴν τῶν εἰδώλων ἀσθένειαν· 21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἠγγίκασιν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ· 22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα· καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν, 23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. Τό· ἐγγίζει ἡ κρίσις ὑμῶν, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Προσα γάγετε τὴν κρίσιν ὑμῶν, εἶπε κύριος· ἐγγίσατε ἰσχυρὰ ὑμῶν, εἶπεν ὁ βασιλεὺς Ἰακώβ.» Γίνεσθέ φησιν ἐμοῦ καὶ τῶν εἰδώλων κριταί, φέρετε εἰς μέσον τὰ ἰσχυρὰ ἢ κατὰ τὸν Θεοδοτίωνα «τὰ κραταιώματα ὑμῶν», τουτέστι τὰ εἴδωλα· προμηνυσάτωσαν τὰ ἐσόμενα, διδαξάτωσαν τὰ ἐξ ἀρχῆς γεγενημένα· ἐγὼ γὰρ ἀμφότερα ποιῶν διετέλεσα· διὰ γὰ ρ Μωυσέως τοῦ θεράποντός μου καὶ τὰ πρὸ τῆς τῶν ἀνθρώπων δημιουργίας γεγενημένα ἐδίδαξα, τὰ δὲ ἐ σόμενα καὶ δι' ἐκείνου καὶ διὰ τῶν ἄλλων ἐδήλωσα προφητῶν. Εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμάσομεν καὶ ὀψόμεθα ἅμα, 24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; Εἰ μὴ βούλεσθέ φησιν ἀπὸ τῆς γνώσεως δεῖξαι τὴν ἰδίαν ἰσχύν, ἀπὸ γοῦν τῆς δυνάμεως τοῦτο ποιή σατε. ∆είξατε τὴν εὐεργητικὴν ἢ τὴν τιμωρητικὴν ὑμῶν δύναμιν· «Ἐγὼ δὲ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐπειδὴ δὲ ὑμεῖς καὶ γνώσεως ἐστέρησθε καὶ δυνάμεως, ἐγὼ ὑμῶν διελέγξω τὸ μάταιον. Ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Εἴτε γὰρ ξύλινοί εἰσιν εἴτε