1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

61

κλίνης, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται, δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται», καὶ πάλιν· «Οὗτοι ἀπελεύσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Ὅτι τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. 15∆ιὰ τοῦτο ἡ δόξα κυρίου ἔσται ἐν ταῖς νήσοις τῆς θαλάσσης, ἐν ταῖς νήσοις τὸ ὄνομα κυρίου θεοῦ Ἰσραὴλ |130 b| ἔνδοξον ἔσται. ∆όξαν κυρίου κέκληκε τὰ διὰ τῶν ἀποστόλων γενόμενα θαύματα, ὕδωρ δὲ θαλάσσης τῶν ἀνθρώπων τὸ πλῆθος. ∆ίκην γὰρ θαλάττης διεταράττοντο καὶ οἱ μὲν ἀντέλεγον οἱ δὲ ἐν τοῖς κηρυττομένοις ἐπίστευον. Νήσους δὲ τὰς ἐν μέσῳ τῆς θαλάττης ταύτης ἀνοικοδομηθείσας ἐκκλησίας καλεῖ καὶ δεχομένας μὲν τῆς θαλάττης τὰ κύματα, ἀβλαβεῖς δὲ φυλαττομένας κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν· ἐν ταύταις τὸ θεῖον ὄνομα παρὰ τῶν εὐσεβούντων ὑμνεῖται. Ταῦτα δὲ διὰ τῆς πνευματικῆς χάριτος ὁ προφήτης μεμαθηκὼς πρὸς τὸν δεσπότην φησίν· Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, 16ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Πτέρυγας τῆς γῆς τὴν πίστιν καὶ τὴν θεογνωσίαν ὠνόμασεν· οἱ γὰρ γήινοι διὰ τούτων ἀνιπτάμενοι θεωροῦσι τὰ θεῖα. Τέρατα δὲ καλεῖ τά τε περὶ τῆς συντελείας προηγορευμένα καὶ τὰ περὶ τῶν ἐκκλησιῶν τεθεσπισμένα. Εἶτα δείκνυσι τῶν εἰρημένων τὸ ἐπικερδές· ἐπάγει γάρ· Ἐλπὶς τῷ εὐσεβεῖ. Ὁ γὰρ ἐννόμως καὶ εὐσεβῶς πολιτευόμενος τὰς τοῦ μέλλοντος αἰῶνος ἀντιδόσεις μανθάνων φέρει γενναίως τῆς ἀρετῆς τοὺς πόνους, τῆς ἐλπίδος ὑπερει δούσης. Τίς δὲ ἡ ἐλπίς, ὦ θεσπέσιε προφῆτα; Ἀγαθῶν μέν φησιν ἐδεξάμην ἐλπίδα, τὰ δὲ ταύτης εἴδη σαφῶς οὐ μεμάθηκα. Τοῦτο γὰρ ἐπήγαγεν· Καὶ εἶπεν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. ∆ιὰ τοῦτο ὁ θεῖος ἀπόστολος περὶ τούτων αὐτῶν διαλεγόμενος ἔφη· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Οὕτω μυσταγωγήσας τοὺς εὐσεβεῖς κατὰ τῶν παρα νομούντων τρέπει τὸν λόγον· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες ἀθεσίαν ἀθετούντων τὸν νόμον. Ἀθετοῦσι τὸν νόμον οἱ παρὰ τὸ τούτου συμβιοτεύοντες βούλημα. Νόμον δὲ πάλιν ἐνταῦθα οὐ τὸν Μωσαϊκὸν μόνον λέγει, ἀλλὰ καὶ τὸν φυσικόν· περὶ πάντων γὰρ ἀνθρώπων ὁ λόγος. 17Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 18Καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. Ἐπάλληλα λέγει κακὰ καὶ τὰ δεύτερα τῶν προτέρων χαλεπώτερα· ὁ γὰρ τὸ ἔλαττόν φησι διαφυγὼν τῷ χαλεπωτέρῳ περιπεσεῖται. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Τὴν ἐποψίαν τοῦ θεοῦ τῶν ὅλων διὰ τούτων δεδήλωκεν. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ θειοτάτου ∆αυὶδ εἰρημένον· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς οἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν.» Εἶτα πάλιν τὰ ἐκ τῆς θείας ἐποψίας συμβησόμενα λέγει, τὴν ἁπάντων ταραχήν, τοῦ πρακτέου τὴν ἀπορίαν· μεθύουσι γάρ φησιν ἐοικότες ἅπαντες τῇδε κἀκεῖσε περιπλανῶνται. 20Καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ' αὐτὴν ἡ ἀνομία. Τὸ ὀπωροφυλάκιον πρόσκαιρός ἐστι σκηνή. Οὕτω καὶ τοῦ βίου τὸ σχῆμα χρόνῳ τινὶ περιώρισται· τοῦτο δὲ παράγειν ὁ μακάριος ἔφη Παῦλος. 21Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τῆς γῆς. 22Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα. Καὶ ταῦτα τοῦ παντὸς δηλοῖ τὴν συντέλειαν· τότε γὰρ κατὰ τὴν τοῦ κυρίου φωνὴν «Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς», καὶ πάλιν· «Πεσεῖται τὰ ἄστρα τοῦ οὐρανοῦ ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς.» Τότε αἱ ἐπὶ τῆς γῆς βασιλεῖαι δέξονται τέλος καὶ οἱ κολάσεως ἄξιοι ὡς εἰς ὀχύρωμά τι καὶ δεσμωτήριον