1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

33

παρανομούντων καὶ δυσσεβούντων ὁπλίσας, οὗτοι δὲ οὐχ ὡς τῷ θεῷ τῶν ὅλων ὑπουργοῦντες ἔδρων ἃ ἔδρων ἀλλὰ τῇ οἰκείᾳ ῥώμῃ καὶ δυναστείᾳ θαρ ροῦντες κατὰ πάντων ἔχειν ἐφιλονείκουν τὸ κράτος. ∆ιὰ τοῦτο καὶ αὐτοῖς ἔσχατον ὄλεθρον ἀπειλεῖ καὶ τοῦτον διὰ τοῦ οὐαὶ προσημαίνει. Τὴν ὀργήν μου 6εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τούτους αὐτούς φησιν οἷς τὴν τιμωρητικὴν ἐνεχείρισα ῥάβδον. Καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω αὐτῷ τοῦ ποιῆσαι σκῦλα καὶ προνομὴν |114 b| καὶ καταπατεῖν τὰς πόλεις αὐτοῦ καὶ θεῖναι αὐτὰς εἰς κονιορτὸν ὁδῶν. Τὴν πολλὴν ἐρημίαν διὰ τούτων δεδήλωκεν. Εἶτα γυμνοῖ τοῦ βασιλέως τῶν Ἀσσυρίων τοὺς λογισμούς· 7Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται. Οὐκ οἶδέ φησιν ὡς ἐμός ἐστιν ὑπουργὸς καὶ παρ' ἐμοῦ ἔλαβε τῆς τιμωρίας τὴν ἐξουσίαν. Ἀλλ' ἀπαλλάξει ὁ νοῦς αὐτοῦ τοῦ ἀφανίσαι καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Βεβούλευταί φησι τῇ οἰκείᾳ δυνάμει θαρρῶν πολλῶν ἐθνῶν καταλῦσαι τὴν μνήμην. 8Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Οὐ σὺ μόνος εἶ ἄρχων, 9καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; Καὶ ἔλαβον Ἀραβίαν καὶ ∆αμασκὸν καὶ Σαμάρειαν; 10Ὃντρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς χώρας λήψομαι. Τούτοις πρὸς τὸν Ἐζεκίαν ὁ Σεναχηρὶμ τοῖς λόγοις ἐχρήσατο· «Μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἰδοὺ σὺ οὐκ ἤκουσας ἃ πεποιήκασι βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, ὡς ἀπώλεσαν αὐτήν, καὶ σὺ ῥυσθήσῃ; Μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γοζὰν καὶ Ἄρραν καὶ Ῥαφὲς καὶ υἱοὺς Ἀδὰν οἵ εἰσιν ἐν χώρᾳ Θεσμάθ; Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ βασιλεὺς τῆς πόλεως Σεφαρίμ, Αἰνὰ καὶ Γαυά;» Ταῦτα μὲν οὖν ἐκεῖνος τῷ βασιλεῖ γεγράφηκεν Ἐζεκίᾳ· ἐνταῦθα δὲ τοῖς λέγουσιν· Οὐ σὺ μόνος εἶ ἄρχων, τὰ ὅμοια εἴρηκεν. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· 11ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Καὶ ταῦτα τῷ αὐτῷ προσώπῳ συνήρμοσαν οἱ Λοιποὶ Ἑρμηνευταί. Νομίσας γὰρ ὁ ἀλαζὼν ἐκεῖνος καὶ δυσσεβὴς τοῖς ἄλλοις θεοῖς ἐοικέναι τῆς Ἱερουσαλὴμ τὸν θεόν, τοῖς μανικοῖς τούτοις κέχρηται λόγοις, καὶ τῷ Ἐζεκίᾳ δὲ γέγραφεν· Μή σε ἀπατάτω ὁ θεός σου ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. 12Καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Νοῦν μέγαν τὸν ἀλαζονικὸν λέγει τὸν τὰ ὑπὲρ φύσιν τολμῶντα λογίζεσθαι. Ὕψος δόξης ὀφθαλμῶν τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν καλεῖ, ᾗ τὸν περὶ τὰ τείχη Ἱερουσαλὴμ ὄλεθρον ἀπειλεῖ. Εἶτα τὸν τῦφον αὐτοῦ διέξεισι καὶ τῶν λόγων καὶ τῶν λογισμῶν. 13Εἶπε γάρ· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικου μένας 14καὶ τὴν οἰκουμένην τῇ χειρί μου καταλήψομαι ὡς νοσσιὰν καὶ ὡσεὶ καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν |115 a| ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι ἀνοίγων στόμα καὶ στρουθίζων. Ταῦτα καὶ διὰ τῶν πρέσβεων καὶ διὰ τῶν γραμμάτων δεδηλώκει τῷ Ἐζεκίᾳ. Ἀλλ' ὁ πᾶσαν τὴν οἰκουμένην ὡς καλιὰν νεοττῶν ἁρπάσειν ἐλπίσας καὶ ὡς ᾠὰ ὑπὸ πτηνῶν πεφευγότων καταλελειμμένα ἀπονητὶ λήψεσθαι, οὗτος δίχα χειρὸς ἀνθρωπείας ἐγυμνώθη τῆς στρατιᾶς. Τὸ μέντοι· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀπὸ τῆς κρατούσης συνηθείας παρὰ ἀνθρώποις εἴρηται τῇ γραφῇ. Εἰώθαμεν γὰρ λέγειν περὶ τῶν λίαν ἀγωνιώντων· οὐκ ἐτόλμησε γρύξαι. Οἱ δὲ Λοιποί φασιν· «οὐκ ἐτόλμησε τρύσαι.» Τὸ γοῦν· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀντὶ τοῦ· οὐ μόνον οὐδεὶς ἀντιπαρατάξασθαί μοι τολμήσει ἀλλ' οὐδὲ γρύξαι στρουθοῖς παραπλησίως ἐπιχειρήσει. Πρὸς ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὁ τῶν ὅλων θεὸς ἀποκρίνεται· 15Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ὥστε κόπτειν ἑαυτήν; Ἢ ὑψωθήσεται