1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

147

πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Τοῦ ἐμφυσήματος ἐμνημόνευσε δι' οὗ τοῦ Ἀδὰμ ἐδημιούργησε τὴν ψυχήν· «Ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» Ἐπειδὴ τῶν ἁπάντων φησ ὶν ὑπάρχω δημιουργός, φιλανθρώπως τοὺς ὑπ' ἐμοῦ γεγενημένους οἰκονομῶ. 17∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. 18Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν καὶ τοῖς παθεινοῖς αὐτοῦ 19κτίζων καρπὸν χειλέων. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας ἀντὶ τοῦ· τοῖς παθεινοῖς, «τοῖς πενθοῦσιν αὐτόν» εἰρήκασιν. Τῆς μετανοίας ὁ δεσπότης θεὸς ἔδειξε τὴν ἰσχύν. Θεασάμενος γάρ φησι τὴν μεταμέλειαν καὶ τῶν λογισμῶν τὴν μεταβολὴν καὶ τοῦ προσώπου τὸ σκυθρωπὸν καὶ αὐτοὺς ψυχαγωγίας ἠξίωσα καὶ τοὺς πενθοῦντας αὐτούς· ἐπένθουν δὲ αὐτοὺς τῆς ἀληθείας οἱ κήρυκες, ὁ δὲ μακάριος Παῦλος καὶ ἀνάθεμα ηὔχετο ὑπὲρ τούτων γενέσθαι. Ταῦτα δ ὲ πεποίηκεν ὁ κτίζων καρπὸν χειλέων, τουτέστιν ὁ τὴν θυσίαν τῆς αἰνέσεως ἀντὶ τῆς νομικῆς λατρείας ἀπαι τῶν. Εἰρήνην ἐπ' εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι, καὶ εἶπε κύριος· Ἰάσομαι αὐτούς. Τούτοις μὲν οὖν τὴν πρὸς αὐτοὺς εἰρήνην ἐπαγγέλλεται καὶ ταύτην ὑπισχνεῖται ποιήσειν μόνιμόν τε καὶ διαρκῆ καὶ τῆς ἰάσεως αὐτοῖς χαριεῖσθαι τὸ δῶρον, τοῖς δὲ ἐπὶ τῆς προτέρας μεμενηκόσιν ἀδικί ας ἀπειλεῖ χαλεπά· 20Οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβρασσομένη οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσα σθαι οὐ μὴ δύνωνται. Τοῦτον αὐτῶν τὸν κλύδωνα λίαν ἀκριβῶς ὁ Ἰώ σηπος ἱστορεῖ. Ὅτι ἀποβάλλεται τὸ ὕδωρ αὐτῆς καταπάτημα καὶ πηλός. Ὕδωρ καλεῖ τὴν δι δασκα λ ίαν. Ἐπειδὴ τοίνυν τἀναντία τοῖς προφήταις ἐδίδασκον καὶ τὸ διειδὲς τῶν πνευματικῶν ναμάτων ἐθόλ ουν, πηλῷ ταύτην παραπλησίως ἔσεσθαι ἀπειλεῖ. 21Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν |173 a| ὁ θεός. Ταῦτα δὲ ποιῶ, ἐπειδήπερ οὐ δίκαιον τῆς δικαιοσύνης τὸν νομοθέτην ἴσου ἀξιοῦν τούς τε τῆς εὐσεβείας τροφίμους καὶ <τοὺς> τῇ δυσσεβείᾳ προστετηκότας. Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν ὁ προφητικὸς μεταβαίνει λόγος καὶ τοῖς τηνικαῦτα οὖσιν ἀνθρώποις παραινεῖ τὰ συνοίσοντα· 581Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ καὶ ὡς σάλπιγγος ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἀνομίας αὐτῶν. Τὰς τοῦ λαοῦ παρανομίας ἐλέγξαι τῷ προφήτῃ παρεγγυᾷ τῶν ὅλων ὁ κύριος καὶ μὴ κρύβδην τοῦτο καὶ λάθρᾳ ποιῆσαι ἀλλ' ἀναφανδὸν δρᾶσαι παρακε λεύεται μεγάλῃ χρώμενον τῇ φωνῇ. 2Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Πονηρίᾳ συζῶντες τῆς παρ' ἐμοῦ τυχεῖν ἀξιοῦσι προνοίας καὶ οὐ λογίζονται ὡς ἀναξίους σφᾶς αὐτοὺς τῆς ἐμῆς καταστήσαντες κηδεμονίας ταύτης οὐκ ἀπολαύσονται. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσι 3λέγοντες· Τί ὅτι ἐνηστεύσα μεν καὶ οὐκ εἶδες, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; Ἄκραν νομίζουσιν ἀρετὴν τῶν βρωμάτων τὴν ἀποχὴν καὶ ἐπιμέμφονταί μοι μὴ παραυτίκα πάσης αὐτοὺς ἀξιοῦντι προνοίας. Τὸ δέ· Ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν, ὁ Σύμμαχος οὕτως ἔφη· «Ἐγγύτητα θεοῦ θέλουσιν», ὁ δὲ Ἀκύλας· «Ἐγγισμὸν θεοῦ βούλονται.» ∆ηλοῖ δὲ ὁ λόγος ὡς οὐκ αὐτοὶ ἐγγίζειν ἐπεθύμουν τῷ θεῷ ἀλλ' αὐτὸν αὐτοῖς ἐγγίζειν διὰ τῆς προμηθείας καὶ κηδεμονίας ἐβούλοντο ἀνάξιον αὐτοῦ βίον αἱρούμενοι. Εἶτα διαρρήδην αὐτῶν τὰς παρανομίας ἐλέγχει· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Τὴν γὰρ τῆς νηστείας σχολὴν οὐκ ἀφορμὴν ποιεῖσθε μεταμελείας ἀλλὰ ταύτην εἰς τὴν τῶν ὀφειλόντων εἴσπραξιν ἀναλίσκετε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· «Καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ἀπαιτεῖτε.» 4Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς