1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

118

καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Συνεχῶς ἐντρέπει τοὺς ἀντιλέγοντας, ποιητὴν ἑαυτὸν τῶν ἁπάντων δεικνύς. Καὶ διδάσκει κατὰ ταὐτόν, ὡς ἄνωθεν αὐτῷ προώριστο τῶν ἀνθρώπων ἡ σωτηρία· οὐ γὰρ εἰς κενὸν ἐποίησε τὴν γῆν, ἀλλ' ἠνέσχετο τῆς τῶν ἀνθρώπων ἀσεβείας, τὴν μεταβολὴν προθέμενος. Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. Καὶ μὴν καὶ ὁ υἱὸς κύριος· «Εἶπε» γάρ φησιν «ὁ κύριος τῷ κυρίῳ μου» καί· «Ἔβρεξε κύριος παρὰ κυρίου.» Ἀλλὰ μία ἡ κ υριότης ὥσπερ μία ἡ θεότης. Καὶ ταῦτα τοίνυν διελέγχει τῶν αἱρετικῶν τὴν μανίαν. 19Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Ταῦτα εἴρηκε τῶν εἰδώλων κωμῳδῶν τὴν ἀπάτην. Μαγγα νείαις γάρ τ ισιν οἱ ἐκείνων κεχρημένοι θεραπευταὶ καὶ τὸν ζόφον ἐπίκουρον τῆς πλάνης λαμβάνοντες ἐξ ἀδύτων τιν ῶν καὶ σκοτεινῶν χωρίων ἐλάλουν ὅπερ ἐβούλοντο καὶ τοὺς ἀκούοντας ἐφενάκιζον, τὰ εἴδωλα ταύ την ἀφιέναι λέγοντες τὴν φωνήν. Ἐγὼ δέ φησι καὶ νομοθετῶν καὶ προθεσπίζων ἀναφανδὸν τοῦτο εἴρηκα . Οὐκ εἶπον τῷ οἴκῳ Ἰακώβ· Μάταιον ζητήσατε. Ἀλλὰ πᾶν τοὐναντίον παντελῶς ἀπηγόρευσα τοῦτο. Ἐγὼ γ ὰρ νομοθετῶν εἶπον· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» Ἐγώ εἰμι κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. Οὐδὲν ἄδικον, οὐδὲν ψευδὲς παρ' ἐμοί· πάντα ἀληθῆ, πάντα δικαιοσύνῃ κοσμούμενα. 20Συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμματα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, καὶ οὐ σῴζουσιν 21οὐδὲ ἀναγγέλ<λ>ουσιν. Παρεξετάζει τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ δεί κνυσι καὶ τὴν φύσιν τῶν εἰδώλων καὶ τὴν ἐπικειμένην μορφὴν καὶ τὴν ἐπιζήμιον θεραπείαν· ξύλον γάρ φη σίν ἐστιν ὑπὸ τέκτονος εἰργασμένον οὔτε σῴζειν οὔτε διδάσκειν ἢ προλέγειν δυνάμενον. Ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς, ἔκτοτε ἀνηγγέλη ὑμῖν. Καὶ γὰρ εὐθὺς νομοθετῶν τοῦτο πρῶτον ἐδίδαξεν. Ἐγὼ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Καὶ τ αῦτα σαφῶς ἡμᾶς διδάσκει τὸ ὁμοούσιον. Εἰ γὰρ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σ ωτὴρ κ αὶ ὁ υἱ ὸς σωτήρ , μοναδικῶς δὲ αὐτὰ ὁ προφητικὸς τέθεικε λόγος, λίαν ἐναργῶς τὸ αὐτὸν τῆς οὐσίας δεδήλωκεν. Εἰ γὰρ πλ ὴν αὐτοῦ οὐκ ἔστι θεὸς καὶ πάρεξ αὐτοῦ οὐκ ἔστι σωτήρ· εἴτε ὁ πατὴρ ταῦτα λέγει, ἐκβέβληται τούτων ὁ υἱὸς ὥσ περ ἄρα οὐχ ὁμοούσιος· εἴτε ὁ υἱὸς εἴη πάλιν ὁ ταῦτα λέγων, ἐστέρηται τούτων ὁ πατήρ. Εἰ δὲ καὶ ὁ πατὴρ θεὸ ς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σωτὴρ καὶ ὁ υἱὸς σωτήρ, ἑνικῶς δὲ εἴρηται πλὴν αὐτοῦ μήτε θεὸν εἶναι μήτε σωτῆρ α, παραπαιόντων ἐστὶ καὶ φρενιτιώντων μὴ νοεῖν τὴν μίαν θεότητα. 22Ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Σαφῶς κἀνταῦθα τῶν ἐθνῶν τὴν κλῆσιν ὁ λόγος δεδήλωκεν. Ἐγώ εἰμι θεός, καὶ οὐκ ἔστιν ἄλλος. 23Κατ' ἐμαυτοῦ ὀμνύω· Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ὀμεῖται πᾶσα γλῶσσα 24τὸν θεὸν τὸν ἀληθινόν, λέγων· ∆ικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει. Καὶ ταῦτα ὁμοίως καὶ τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει ........... τῶν ἐθνῶν ἁπάντων ὁ λόγος τὴν θεογνωσίαν ἐκήρυξε καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας καὶ ἀσε βείας κατηγορεῖ· ἃ γὰρ ἐνταῦθα ὡς ἐκ προσώπου <τοῦ πατρὸς ὁ προφήτης εἴρηκε, ταῦτα ὁ θεῖος ἀπόστολος τῷ τοῦ υἱοῦ προσώπῳ> προσήρμοσεν, λέγει δὲ οὕτως· «Πάντες παρα στησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ.» |158 a| Ὁ δὲ ταῦτα λέγων πολλάκις εἶπε πλὴν αὐτοῦ μὴ εἶναι θεόν· οὐκοῦν τὴν μίαν ὁ λόγος κηρύττει θεότητα. Καὶ μέντοι καὶ τό· Κατ' ἐμαυτοῦ ὀμνύω, δείκνυσι τὸ ὁμοούσιον υἱοῦ καὶ πατρός· καὶ μάρτυς ὁ θεῖος ἀπόστολος οὕτω λέγων· «Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπεν· Κατ' ἐμαυτοῦ ὀμνύω.» Πῶς τοίνυν αὐτὸν ἐλάττονα λέγουσι τοῦ πατρὸς τὸν οὐκ ἔχοντα μείζονα κατὰ τὸν θεῖον ἀπόστολον; Καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς