1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

50

ἀνθρωπείαν καλεῖ φύσιν, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν· γα μικ ὸν γὰρ ὑετὸν ἡ σύλληψις οὐκ ἐδέξατο. Εἶτα διδάσκει τὴν τῆς δεσποτικῆς παρουσίας |125 a| ἐνέργειαν· Καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Μαρτυρεῖ τῇ προρρήσει τὰ πράγματα· ἔσβεσται γὰρ αὐτῶν ἡ πολύθεος πλάνη, καὶ ὁ ἐπὶ τῆς νεφέλης τῆς κούφης καθήμενος ὑπ' αὐτῶν προσκυνεῖται. Καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Ἔστιν ἧττα καὶ νίκης ἀμείνων. Ταύτην καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις καταδέξασθαι τοῖς ἔθνεσιν ὁ προφητικὸς παρηγγύησε λόγος· «Γνῶτε» γὰρ ἔφη «ἔθνη καὶ ἡττᾶσθε.» Καὶ ἐνταῦθα τοίνυν διδάσκει ὅτι οἱ πάλαι ἀντιλέγοντες καὶ ἀντικρὺ λέγοντες· Οὐκ οἶδα τὸν κύριον, ἡττήθησαν καὶ βοῶσιν· Οἶδα τὸν κύριον. 2Ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολε μήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ· πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. 3Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς προηγόρευσεν εὐαγγελίοις· «Ὅτι οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὸν κόσμον ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Τὴν γὰρ τῆς ἀσεβείας ὁμόνοιαν διελὼν δι' αὐτῶν τῶν τῆς ἀσεβείας τροφίμων ἐκήρυξε τὴν ἀλήθειαν· καὶ τὴν βλαβερὰν διασκεδάσας ὁμόνοιαν τὴν ὀνησιφόρον ὁμοφροσύνην εἰσήγαγε καὶ ἀντέταξε τοῖς δυσσεβέσι τοὺς εὐσεβεῖς, τῷ νόμῳ τῆς ἀπιστίας τὸν νόμον τῆς πίστεως. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους. Οἱ δὲ ἀπιστοῦντές φησι τὰ μαντεῖα περινοστήσουσι καὶ νεκυίαις χρήσονται καὶ στερνομάντεις καλοῦσι, μηχανάς τινας κατὰ τῆς εὐσε βείας ἐπιζητοῦντες. Ἐγὼ δὲ καὶ ἄλλως αὐτῶν καταμαλάξω τὸ ἀπειθές· 4Παραδώσω γάρ φησιν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Τὴν Ῥωμαϊκὴν βασιλείαν διὰ τούτων ᾐνίξατο. Ταύτην γὰρ καὶ ἡ τοῦ ∆ανιὴλ προφητεία σίδηρον ἀπεκάλεσεν· ἐκείνῳ γάρ φησι παραπλησίως «λεπτυνεῖ πάντα καὶ δαμάσει». Ἁρμοδίως δὲ καὶ ταύτην τὴν προφητείαν τῇ περὶ τοῦ κυρίου συνῆψε προρρήσει. Αὐγούστου γὰρ βασιλεύοντος ὁ παρ θενικὸς ἐγένετο τόκος. Αὔγουστος δὲ τὴν Αἰγυπτίων βασι λείαν παντελῶς καταλύσας ὑπάρχοις βασιλείας παρέδωκεν. Τάδε λέγει κύριος Σαβαώθ· 5καὶ πίονται Αἰγύπτιοι ὕδωρ τὸ παραθαλάσσιον, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηραν θήσεται. Προεῖπεν ὁ προφήτης ἐν τοῖς ἔμπροσθεν εἰρημένοις· «Ὅτι πληρωθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας.» Τοῦτό φησι τὸ ὕδωρ μεταβαλεῖ καὶ τὴν Αἴγυπτον καὶ τοῦτο αὐτοῖς ἔσται πότιμον μόνον· ὃ δὲ πρότερον ἔπινον, τουτέστι τῆς πολυθέου πλάνης τὰ νάματα, ἄποτον ἔσται. Ποταμὸν γὰρ καλεῖ τὴν πλάνην, διώρυγας δὲ τὰς πολυσχεδεῖς αὐτῆς ἀτραπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 6Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ πᾶν ἕλος καλάμου καὶ παπύρου. 7Καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρό μενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ. Μάλα εἰκότως τὴν ἀσέβειαν καλάμῳ καὶ παπύρῳ καὶ χιλῷ ἀπει κάζει χλωρῷ. Ἄκαρπος γὰρ ἡ πλάνη, ἀνεμόφθορα δὲ καὶ τὰ διὰ ταύτης σπειρόμενα κέκληκεν. Ἡ γὰρ τῶν εἰδώλων προσκύνησις οὐδεμίαν μὲν ἀγαθῶν μετουσίαν, κακῶν δὲ φορὰν τοῖς ἀνθρώποις προσφέρει. 8Καὶ στενάξουσιν οἱ ἁλιεῖς καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας καὶ ἀμφιβολεῖς πενθήσουσιν. Ἀμφιβολεῖς καὶ ἁλιέας καὶ ἀγκιστροθηρευτὰς τοὺς τῶν εἰδώλων ἱερέας καλεῖ. Οὗτοι γὰρ παυσαμένης τῆς πλάνης ἔστενον καὶ ὠλοφύροντο τὰς τῆς εὐπορίας οὐκ ἔχοντες ἀφορμάς. Ἐξαπατῶντες γὰρ τὰ πλήθη καὶ οἱονεὶ σαγηνεύοντες, εἰς ἑαυτοὺς τὸν ἐκείνων μετέφερον πλο ῦτον . 9Καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν