1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

145

Χριστὸν καὶ κατὰ τῶν ἱερῶν ἀποστόλων παραπλησίως ἐλύττησαν καὶ τὸν μὲν θεσπέσιον κατέλευσαν Στέφανον, ἀπέτεμον δὲ τὸν θειότατον Ἰάκωβον, τὸν δὲ ἐπ' ἄκρᾳ δι καιοσύνῃ , τὸν πολυθρύλητον, τὸν μέγαν Ἰάκωβον ὦσαν μὲν ἀπὸ τοῦ πτερυγίου τοῦ ναοῦ, κατενεχθέντα δὲ ξύλοις παίοντες τῷ θανάτῳ παρέδωκαν. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ μέσου. Περὶ τοῦ δεσπότου ταῦτα λέγει Χριστοῦ καὶ δηλοῖ κατὰ ταὐτὸν τό τε ἄδικον τῆς σφαγῆς καὶ τὴν μετὰ θάνατον νίκην· ὁ γὰρ θάνατος αὐτοῦ τὰς πρὸς τὸν θεὸν ἡμῖν καταλλαγὰς ἐδωρήςατο, αὐτὸς δὲ τὸν τάφον καταλιπὼν εἰς οὐρανοὺς ἀνελήφθη. 3Ὑμεῖς δὲ προσ<αγ>άγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖ ς εὐαγγε λίοις πεποίηκεν· λεγόντων γὰρ ἐκείνων· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ» ὑπολαβὼν ὁ κύριος ἔφη · «Εἰ τέκνα Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ πατρός μου· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν», καὶ πάλιν· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς.» Οὕτω κἀνταῦθα σπέρμα μοιχῶν καὶ πόρνης αὐτοὺς ὀνομάζει· καὶ γὰρ ἐν τοῖς προοιμίοις τῆς προφητείας πόρνην τὴν πόλιν ὠ νόμασεν · «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών.» Κατηγορεῖ δὲ αὐτῶν μοιχείαν οὐ μόνην τὴν τῶν γάμων ἀλλὰ καὶ τὴν τῶν δογμάτων διαφθοράν· τῷ γὰρ θεῷ συνῆφθαι δοκοῦντες λάθρᾳ τοῖς δ αίμοσιν ἐδού λευον, καὶ μοιχεία ἦν ἄντικρυς τὸ γινόμενον. 4Ἐν τίνι ἐτρυφήσατε; Καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; Καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Σαφῶς διὰ τῶν εἰρημένων τὰς ὑπ' αὐτῶν γεγενημένας κατὰ τοῦ δεσπότου βλασφημίας ἐλέγχει· πλάνον γὰρ αὐτὸν ἐκάλουν καὶ δαιμονῶντα καὶ Σαμαρίτην καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια. Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον, 5οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, |172 a| σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάρα<γ>ξιν ἀνὰ μέσον τῶν πετρῶν 6καὶ ἐν τοῖς μέρεσι τῆς φάραγγος; Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύ μενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν· Οὐ διηνεκῶς φησι τοῖς εἰδώλοις διατελεῖτε λατρεύοντες καὶ τὰ ἄλση περινοστοῦντες καὶ ἐν ταῖς φάραγξι τὰ τέκνα τοῖς δαίμοσι καταθύοντες; Νῦν τῷ ὑπὲρ τοῦ νόμου ἐπυρσεύθητε ζήλῳ καὶ κατὰ τοῦ νομοθέτου κεκινήκατε τοῦτον οἱ ἐπὶ τῶν εἰδώλων «κύνες ἐνεοί», ἐπὶ τοῦ ςωτῆρος καὶ εὐεργέτου «κύνες ἀναιδεῖς τῇ ψυχῇ». Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; λέγει κύριος. Τὴν πολύθεον αὐτῶν ἐναργῶς ἐδήλωσε πλάνην· οὐ γὰρ δύο φησὶν ἢ τρισὶν ἀλλὰ παμπόλλοις ἐδουλεύσατε δαίμοσι καὶ ἐκείνοις μὲν σπονδὰς τούτοις δὲ θυσίας προσενηνόχατε καὶ τὸν θεῖον κλῆρον καταλιπόντες ἐκείνους ἔχειν ἠβουλήθητε κλῆρον. ∆ιὰ τοῦτο δικαίαν ὑμῖν τιμωρίαν ἐποίσω. 7Ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη. Τὰς προσεδρείας καὶ τὴν ἀνάπαυλαν κοίτην ὠνόμασεν. Καὶ ἐκεῖ ἀνεβίβασας θυσίας 8καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ διὰ τούτων διδάσκει· οὐ γὰρ μόνον ἐν τοῖς ὄρεσιν ἐπλανῶντο, ἀλλὰ καὶ ἐν ταῖς οἰκίαις τοῖς εἰδώλοις ἐδούλευον. Μνημόσυνον δὲ καλεῖ τὸ τῆς κατηγορίας ἀνά γραπτον. Ὤου ὅτι, ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει· εἰσάγει γὰρ τὰς γυναῖκας αὐτῶν καὶ αὐτοὺς λέγοντας ὅτι, ἐξ οὗ ἀπέστημεν τῆς τῶν εἰδώλων δουλείας, κατέλαβεν ἡμᾶς τὰ κακά. Ἐπλάτυνας τὴν κοίτην σου καὶ ἔθου σαυτῇ παρ' αὐτῶν. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐπλάτυνας τὴν κοίτην σου καὶ συνδιαθήκους ἐποίησάς σ οι .» Ἀντὶ τοῦ· πολλοῖς συνήφθης δαίμοσι καὶ τοῖς ἐκείνων ἠκολού θησας νόμοις καὶ συνέθου δουλεύειν ἑκάστῳ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς τὸν ἔννομον