1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

35

πᾶσιν ἀνθρώποις δέδωκεν ὁ θεός. Οὕτω περὶ τῆς καινῆς διαθήκης προαγορεύσας ἐπανάγει πάλιν εἰς τὴν προτέραν ἀκολουθίαν τὸν λόγον· 24∆ιὰ τοῦτο τάδε λέγει κύριος Σαβαώθ· Μὴ φοβοῦ ὁ λαός μου οἱ κατοι κοῦντες ἐν Σιὼν ἀπὸ Ἀσςυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Ῥάβδον ἐκάλεσεν ἐνταῦθα τὴν μετρίαν παιδείαν· καὶ γὰρ πολλὰς τῶν ὑποκειμένων ἐπολιόρκησε πόλεις. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Καὶ ταύτην δέ σοι τὴν παιδείαν ἐπήγαγον οὐκ ἀδίκως ἀλλὰ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων σε εἰσπραττόμενος εὐθύ νας· |116 a| ἣν γὰρ παρ' Αἰγυπτίων ἐμεμαθήκεις εἰδωλο λατρείαν, ταύτην διατελεῖς φυλάττων. Ταύτην καὶ ὁ Σύμμαχος ἡρμήνευσε τὴν διάνοιαν· «Ἐν ῥάβδῳ πατάξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου», τουτέστι διὰ τὴν Αἰγυπτίων μίμησιν· ὁδὸν γὰρ πολλάκις τὸν βίον καλεῖ. 25Ἔτι γὰρ μικρὸν καὶ παύσεταί μου ἡ ὀργὴ ἡ κατὰ σοῦ. Ἐπαγαγών σοι τὴν παιδείαν μεταδώσω καὶ βοηθείας. Ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Τρέψω δὲ τὴν ὀργήν μου κατὰ τῶν πολεμούντων σοι. 26Καὶ ἐγερεῖ ὁ θεὸς ἐπ' αὐτοὺς μάστιγας κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. ∆ύο πληγὰς ἴσμεν τοῦ Μαδιάμ· τὴν μὲν διὰ τοῦ μεγάλου Μωυσέως, τὴν δὲ διὰ τοῦ Γεδεὼν ἐπενεχθεῖσαν αὐτοῖς. Ἀμφότεραι δὲ παράδοξοι, παραδοξοτέρα δὲ ἡ δευτέρα· δίχα γὰρ ὅπλων κατηκοντίσθησαν. Ταύτην δὲ ἔδοσαν καὶ Ἀσσύριοι τὴν δίκην· οὐδενὸς γὰρ οὐ βέλος ἀφέντος, οὐκ ἀκοντίσαντος δόρυ, οὐ χρησαμένου σφενδόνῃ πολλαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες. Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αυίδ· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Νυσταγμὸν δὲ ἐκάλεσε τοῦ θανάτου τὸ σύντομον. Εἶτα διηγεῖται ὡς βούλεται μὲν μετὰ τὴν πολιορκίαν τῆς Ἱερουσαλὴμ κατὰ τῆς Αἰγύπτου διὰ τῆς Παραλίας ὁρμῆσαι, οὐ μόνον δὲ ἐκείνης διαμαρτήσεται ἀλλὰ καὶ τῶν ἐν χερσὶ στερηθήσεται, τοῦ ἐπικειμένου τῇ Ἱερουσαλὴμ συντριβομένου ζυγοῦ. 27Καταφθαρήσεται γάρ φησιν ὁ ζυγὸς αὐτοῦ ἀπὸ τῶν ὤμων ὑμῶν. Ἔπειτα διδάσκει τὸν πλάνον ὃν ὑπομενεῖ φεύγων καὶ εἰς διαφόρους ὁδοὺς σκεδαννύμενος καὶ διερχόμενος τὴν Ἀγγαὶ καὶ τὴν Μαγεδδὼ καὶ τὴν Μαχμὰς καὶ τὴν Γαβαών. Ὅτι ἀγωνιάσει μὲν ἡ Ῥαμὰ τοῦ Σαοὺλ ἡ πόλις καὶ φεύξεται, βλάβην δὲ οὐ δέξεται, καὶ ἡ Γαλὶμ ἵππον γαυριῶντα μιμουμένη κατ' αὐτοῦ χρεμετίσει, ἥ τε Λαϊσὰ καὶ ἡ Ἀναθὼθ καὶ ἡ Μαδεβηνὰ καὶ ἡ Γαβὶρ ἐκπλαγήσονται τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολήν. Ταῦτα περὶ τῶν ἄλλων εἰρηκὼς ὁ προφητικὸς λόγος τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας ψυχαγωγεῖ καὶ μένειν καὶ μὴ φεύγειν παρεγγυᾷ· 31Παρακαλεῖτε 32σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρὶ τὸ ὄρος τῆς θυγατρὸς Σιὼν καὶ τοὺς βουνοὺς τοὺς ἐν Ἱερουσαλὴμ καὶ Ἰούδᾳ. Οὕτωταῦτα περὶ τῶν Ἀσσυρίων προθεσπίσας καὶ τὴν παράδοξον τῆς Ἱερουσαλὴμ σωτηρίαν προαγορεύσας τῆς σωτηρίας τὴν αἰτίαν διδάσκει· 33Ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ οἱ μετέωροι ταπεινωθήσονται 34καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Οὐ μόνον φησὶ τοὺς δυναστεύοντας καὶ μέγα φρονοῦντας παραδώσει θανάτῳ, ἀλλὰ καὶ τὴν κρατοῦσαν τῶν εἰδώλων καταλύσει πλάνην. Λίβανον γάρ φησι τὴν πλάνην, ὑψηλὰ δὲ τὰ ἐν τοῖς ὑψηλοῖς τιμώμενα προση γόρευσεν εἴδωλα. Ἐπειδὴ γὰρ ἐν τῷ Λιβάνῳ πλείστη κατεῖχεν ἐξαπάτη δαιμόνων, ἀπὸ τοῦ μέρους τὸ πᾶν προσηγόρευσεν. 111Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. .......... |116 b| φησι τῆς ῥάβδου τῆς θείας ἀπολαύσεται προμηθείας. Ἄνω μὲν οὖν τὴν ἐκ παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ προεδήλωσεν, εἶτα τὴν ἐκ πνεύματος ἁγίου ὑπέδειξε σύλληψιν· «Προ σῆλθον» γάρ φησι «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν.» Ἐν γὰρ τῇ παρθενικῇ νηδύι τὸ πανάγιον πνεῦμα διέπλασε τὸν τοῦ θεοῦ λόγου ναόν, τὴν τοῦ δούλου μορφήν, ἣν ἐξ αὐτῆς τῆς κυήσεως ὁ θεὸς λόγος ἀναλαβὼν ἥνωσεν ἑαυτῷ. Μετὰ ταῦτα ἔδειξεν ἡμῖν τοῦ τεχθέντος παιδίου τὴν ἀξίαν